Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου· καὶ τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.
Όρθρος
Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὁ ἱερεύς: Ὅτι πρέπει σοι πᾶσα δόξα…
Χορὸς: Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα Πατρί…
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ ἱερεύς: Ὅτι σὸν τὸ κράτος…
Χορὸς: Ἀμήν.
Καθίσματα Ἦχος πλ. δ'
Μετὰ τὴν α' Στιχολογίαν
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα Πατρί...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὴν β' Στιχολογίαν
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα Πατρί...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Τὰ Ἀναστάσιμα Εὐλογητάρια.
Ἦχος πλ. α’
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε ́ θρήνου ὁ καιρὸς πέπαυται ο καιρός, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου Σῶτερ, ἐνηχοῦντο Ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρί… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ ἱερεύς: Ὅτι ηὐλόγηταί σου…
Χορὸς: Ἀμήν.
Ἡ Ὑπακοὴ
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ
Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.
Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι,καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα Πατρί... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.
Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν,ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Εἴπατε ἐν τοῖς ἔθνεσιν,ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Εἴπατε ἐν τοῖς ἔθνεσιν,ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α'. Ἦχος γ'. Ὁ Εἱρμὸς
Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.
Ὁ Κανων τῶν Ἀποστόλων
ᾨδὴ α' Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος
Στιχ. Απόστολοι του Χριστού πρεσβέυσατε υπέρ ημών.
Θεῖοι πεφυκότες Μαθηταί, τοῦ σαρκωθέντος δι' οἶκτον Θεοῦ ἡμῶν, τοῦτον δυσωπήσατε, ἁμαρτιῶν δωρήσασθαι συγχώρησιν, τοῖς ἐπιτελοῦσιν, ὑμῶν τὴν μνήμην Μακάριοι.
Στιχ. Απόστολοι του Χριστού πρεσβέυσατε υπέρ ημών.
Ἔσοπτρα Θεοῦ φωτοειδῆ, χωρητικὰ τῶν αὐτοῦ διαδόσεων, ὤφθητε μακάριοι, πᾶσι πιστοῖς ἀγαθοδότως νέμοντες, τὰς σωτηριώδεις, αὐγὰς θεόπται Ἀπόστολοι.
Δόξα Πατρί…
Ηὔγασαν τοῖς πᾶσι φωτισμόν, ἀπαυγασμάτων πηγὰς ἀρυσάμενοι, Ἔραστος καὶ Τέρτιος, καὶ Ὀλυμπᾶς, Ῥοδίων καὶ Σωσίπατρος, ἅμα τῷ Κουάρτῳ, οὓς εὐσεβῶς μακαρίσωμεν.
Καί νύν… Θεοτοκίον
Γένος τὸ ἀνθρώπινον τῇ σῇ, κυοφορίᾳ Παρθένε ἀνέπλασας· Λόγον γὰρ ἐκύησας, τὸν τοῦ Πατρὸς σάρκα θνητὴν φορέσαντα, καὶ ἀθανασίας, ὁδοὺς ἡμῖν ὑποδείξαντα.
ᾨδὴ γ'. Ὁ Εἱρμὸς
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής·
εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.
Τῶν Ἀποστόλων
ᾨδὴ γ'. Ὁ μόνος εἰδὼς
Στιχ. Απόστολοι του Χριστού πρεσβέυσατε υπέρ ημών.
Οἱ λόγον ὡς λύχνον νοητόν, προσφέροντες Ἀπόστολοι, θεοπειθῶς τὴν πᾶσαν κτίσιν διήλθετε, τὸ ταύτης σκότος ἀποδιώκοντες, καὶ υἱοὺς δεικνύοντες, τοῦ φωτός ἐν χάριτι, τοὺς νυκτὶ ἀγνωσίας δουλεύοντας.
Στιχ. Απόστολοι του Χριστού πρεσβέυσατε υπέρ ημών.
Ῥημάτων ὑμῶν προφητικῶς, εἰς πᾶσαν ἐξελήλυθε, τὴν οἰκουμένην φθόγγος σωτήριος, καὶ ἡ τῶν ἔργων λαμπρὰ ἐπίδειξις, πᾶσαν γῆν ἐπέδραμε, ψυχὰς μεταπλάττουσα, θεηγόροι Κυρίου Ἀπόστολοι.
Δόξα Πατρί…
Οἰκῆσαν ψυχαῖς ὑμῶν σοφοί, τὸ Πνεῦμα τὸ Πανάγιον, θεοειδεῖς διόλου εἰργάσατο, ἐντεῦθεν κόσμον περιερχόμενοι, ναοὺς κατεστρέψατε, τῶν εἰδώλων χάριτι, καὶ Θεῷ ἐκκλησίας ἐδείμασθε.
Καί νύν… Θεοτοκίον
Υἱὸν τοῦ Πατρὸς μονογενῆ, ἀμήτορα τὸ πρότερον, ἐκ σοῦ τεχθέντα γνόντες ἀπάτορα, Θεοῦ Μητέρα ὁμολογοῦμέν σε, ἀπαθῶς κυήσασαν, καὶ Παρθένον μείνασαν, ὑπέρ λόγον Μαρία θεονυμφε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ ἱερεύς: Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
Χορὸς: Ἀμήν.
Κάθισμα τῶν Ἀποστόλων
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Ἐράστου Ὀλυμπᾶ, Σωσιπάτρου Τερτίου, Ῥοδίωνος ὁμοῦ, καὶ Κουάρτου τὴν μνήμην, συμφώνως τιμήσωμεν, πρὸς αὐτοὺς ἀνακράζοντες· θεῖοι Κήρυκες, καὶ ὑπηρέται τοῦ Λόγου, τὰς ψυχὰς ἡμῶν, αἰωνιζούσης βασάνου, εὐχαῖς ὑμῶν ρύσασθε.
Δόξα Πατρί... Καὶ νῦν...
Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, εἰς βυθὸν ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ ἱερεύς: Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Χορὸς: Ἀμήν.
Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
Συναξάριον
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου.
Στίχοι
Ἑξάδα μυστῶν τοῦ Λογου ὑμνῶ λόγοις,
Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.
Ἑξὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.
Στίχοι
Ἀθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,
Νικητικὰ βραβεῖα πολλὰ προσδόκα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νόνου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου Ἐπισκόπου.
Στίχοι
Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,
Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μίλου Ἐπισκόπου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ.
Στίχοι
Ἔκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,
Σφαγὴ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς λίθοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καλλιοπίου, Νίρου, καὶ Ὠρίωνος.
Στίχοι
Ξίφει τράχηλον, Καλλιόπιε, κλίνας,
Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.
Ὑπῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,
Θείου κεφαλὴ Μάρτυρος διὰ ξίφους.
Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,
Ὑπὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Καταβασίες της Θεοτόκου
ᾠδὴ α’. Ήχος δ´
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Είσοδον.
ᾠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.
ᾠδὴ δ’
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ᾠδὴ ε’
Ἐξέστη τὰ σύμπαντα,ἐν τῇ σεπτῇ Εἰσόδῳ σου· σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα.
ᾠδὴ ς’
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ᾠδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾠδὴ η’
Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Η Τάξις τού Εωθινού Ευαγγελίου
Ο διάκονος: Τού Κυρίου δεηθώμεν.
Ο χορὸς: Κύριε ελέησον.
Ὁ ἱερεύς: Ότι Άγιος εί, ο Θεός ημών…
Ο χορὸς: Αμήν.
Ο χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)
Ο χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.
Ο διάκονος: Καί υπέρ τού καταξιωθήναι…
Ο χορὸς: Κύριε ελέησον. (γ´)
Ὁ διάκονος: Σοφία· ὀρθοί…Εἰρήνη πᾶσι.
Ο χορὸς: Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Εκ του κατά… Αγίου Εγαγγελιου…
Ο διάκονος: Πρόσχωμεν.
Ο χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.
Εωθινόν θ´
Κατά Ιωάννην
Ούσης ούν οψίας τή ημέρα εκείνη τή μιά τών σαββάτων, καί τών θυρών κεκλεισμένων όπου ήσαν οι μαθηταί συνηγμένοι διά τον φόβον τών Ιουδαίων , ήλθεν ο Ιησούς καί έστη εις τό μέσον, καί λέγει αυτοίς, Ειρήνη υμίν. καί τούτο ειπών έδειξεν αυτοίς τάς χείρας καί τήν πλευράν αυτού. εχάρησαν ούν οι μαθηταί ιδόντες τόν Κύριον. είπεν ούν αυτοίς ο Ιησούς πάλιν , Ειρήνη υμίν, καθώς απέσταλκέ με ο πατήρ, καγώ πέμπω υμάς.καί τούτο εΙπών ενεΦύσησε καί λέγει αυτοίς, Λάβετε Πνεύμα Άγιον. άν τινων αφήτε τάς αμαρτίας, αφιένται αυτοίς, άν τινων κρατήτε, κεκράτηνται. Θωμάς δέ, εις εκ τών δώδεκα, ο λεγόμενος Δίδυμος, ουκ ήν μετ' αυτών ότε ήλθεν Ιησούς, έλεγον ούν αυτώ οι άλλοι μαθηταί, Εωράκαμεν τόν Κύριον. ο δέ είπεν αυτοίς, Εάν μή ίδω εν ταίς χερσίν αυτού τόν τύπον τών ήλων, καί βάλω τόν δάκτυλόν μου εις τόν τύπον τών ήλων, καί βάλω μου τήν χείρα εις τήν πλευράν αυτού, ου μή πιστεύσω. Καί μεθ' ημέρας οκτώ πάλιν ήσαν έσω οι μαθηταί αυτού, καί Θωμάς μετ' αυτών. έρχεται ο Ιησούς τών θυρών κεκλεισμένων , καί έστη εις τό μέσον καί είπεν, Ειρήνη υμίν. είτα λέγει τώ θωμά, φέρε τόν δάκτυλόν σου ωδε, καί ίδε τάς χείράς μου. καί φέρε τήν χείρά σου καί βάλε εις τήν πλευράν μου, καί μή γίνου άπιστος αλλά πιστός. καί απεκρίθη ο Θωμάς, καί είπεν αυτώ, Ο κύριός μου καί ο Θεός μου. λέγει αυτώ ο Ιησούς, Ότι εώρακάς με πεπίστευκας, μακάριοι οι μή ιδόντες, καί πιστεύσαντες. Πολλά μέν ούν καί άλλα σημεία εποίησεν ο Ιησούς ενώπιον τών μαθητών αυτού, ά ουκ έστιν γεγραμμένα εν τώ βιβλίω τούτω. ταύτα δέ γέγραπται ίνα πιστεύσητε ότι ο Ιησούς εστιν ο Χριστός ο υιός τού Θεού, καί ίνα πιστεύοντες, ζωήν έχητε εν τώ ονόματι αυτού.
Ο χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ν’ Ψαλμὸς εἰς ἦχον β’
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
Δόξα Πατρὶ... Ἦχος β ́
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Ο διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
Ο χορὸς: Κύριε, ἐλέησον (ιβ´)
Ὁ ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Τιμιωτέρα
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
Στίχ. Ἐποίησε κράτος εν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ
ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τὴν Τιμιωτέραν…
Στίχ. Ἀντελάβετο ̓Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν...
ᾨδὴ θ ́
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ ἱερεύς·Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Χορὸς: Ἀμήν.
Εξαποστειλάρια
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ
προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ…
…Ὅτι ἅγιος ἐστι.
Εξαποστειλάριον θ´
Συγκεκλεισμένων Δέσποτα, τών θυρών ως εισήλθες, τούς Αποστόλους έπλησας, Πνεύματος παναγίου, ειρηνικώς εμφυσήσας, οίς δεσμείν τε καί λύειν, τάς αμαρτίας είρηκας, καί οκτώ μεθ' ημέρας, τήν σήν πλευράν, τώ Θωμά υπέδειξας καί τάς χείρας. Μεθ' ού βοώμεν, Κύριος, καί Θεός σύ υπάρχεις.
Θεοτοκίον
Τόν σόν Υιόν ώς έβλεψας, αναστάντα εκ τάφου, τριήμερον Θεόνυμφε, άπασαν θλίψιν απέθου, ήν υπέστης ώς Μήτηρ, ότε κατείδες πάσχοντα, καί χαράς εμπλησθείσα, σύν τοίς αυτού, Μαθηταίς γεραίρουσα τούτον ύμνεις. Διό τούς Θεοτόκον σε, νύν κηρύττοντας σώζε.
Αίνοι
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος γ´
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
Ἕτερα Στιχηρά, Ἀνατολικά.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε· εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι, Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμά σου τὸ ζωοποιόν, ταῖς Μυροφόροις ἔλεγεν· Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ᾅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.
Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Εἰς τὸ μνῆμά σε ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ· μή εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα· οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα· Τί κλαίεις ὧ Γύναι; Κλαίω φησίν, ὅτι ᾖραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε, εὐθέως ἐβόα· ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.
Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν, Λῃστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων· ὁ μετ' ἐμοῦ δι' ἐμὲ σταυρωθείς, συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος· αὐτὸς γάρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δόξα Πατρί... Εωθινόν θ´
Ήχος πλ. α΄
Ως επ' εσχάτων τών χρόνων, ούσης οψίας Σαββάτων, εφίστασαι τοίς φίλοις Χριστέ, καί θαύματι θαύμα βεβαιοίς, τή κεκλεισμένη εισόδω τών θυρών, τήν εκ νεκρών σου Ανάστασιν, αλλ' έπλησας χαράς τούς Μαθητάς, καί Πνεύματος αγίου μετέδωκας αυτοίς, καί εξουσίαν ένειμας αφέσεως αμαρτιών, καί τόν θωμάν ου κατέλιπες, τώ τής απιστίας καταβαπτίζεσθαι κλύδωνι. Διό παράσχου καί ημίν, γνώσιν αληθή, καί άφεσιν πταισμάτων, εύσπλαγχνε Κύριε.
Καὶ νῦν... ἦχος β’
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ…Καὶ νῦν…
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός,
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Αναστάσιμων τροπάριον
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Είς τήν Θείαν Λειτουργίαν
Ὁ ἱερεύς· Ευλογημένη ἡ βασιλεία…
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Χορὸς: Ἀμήν.
Ἀντίφωνον Α’
Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ ἱερεύς· Ὅτι σὸν τὸ κράτος…
Χορὸς: Ἀμήν.
Ἀντίφωνον Β’
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ… Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ ἱερεύς· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
Χορὸς: Ἀμήν.
Ἀντίφωνον Γ
Στίχ. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν.
Διάκονος: Σοφία! Ὀρθοί!
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.
Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον του Ναοῦ
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντακιον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ο χορὸς: Κύριε ελέησον.
Ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…
Χορὸς: Ἀμήν.
Τρισάγιον Ἀποστόλου
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ ́)
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δύναμις
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Απόστολος
Προκείμενον. Ἦχος γ΄
Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (1:11-19)
Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως ᾽Ιησοῦ Χριστοῦ. ᾽Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ᾽Ιουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾽Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς ᾽Αραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. ῎Επειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ ᾽Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Ἀλληλούϊα (γ ́).
Στίχ. Επί σοί, Κύριε ήλπισα, μή
καταισχυνθείην είς τόν αιώνα• έν τή
δικαιοσύνη σου ρύσαι μέ καί εξελούμαι.
Στίχ. Γενού μοι είς Θεόν υπερασπιστήν καί είς οίκον καταφυγής τού σώσαι με.
Ιερεύς: Σοφία Ορθοί…Ειρήνη Πάσι
Ο χορός: Και το Πνεύματι σου
Ἐκ τοῦ κατὰ Λουκᾶν…
(ι ́ 25 - 37)
Ο χορός: Δόξα σόι κύριε Δοξα σόι
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις
προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευῒτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ' αὐτὸν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Ο χορός: Δόξα σόι κύριε Δοξα σόι
Εκτενής δέησις
Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…
Χορὸς: Κύριε, ἐλέησον (γ´)
Ἱερεὺς: Ὅπως ὑπὸ τοῦ κράτους…
Χορὸς: Ἀμὴν.
Ὁ Χερουβικὸς ὕμνος
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ
τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον
προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν
ἀποθώμεθα μέριμναν…
…Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.
Συναπτή τών τιμίων δώρων.
Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Χορὸς: Κύριε ἐλέησον.
Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.
Χορὸς: Παράσχου, Κύριε.
Εὐχὴ τῆς προσκομιδῆς
Ἱερεὺς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ…
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…
Χορὸς: Ἀμήν.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
Χορὸς: Καὶ τῷ πνεύματί σου.
Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.
Τὸ Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν
τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς
γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.
Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν
ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν
οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος
Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου
Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς
Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ
καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι
ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ
ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον
καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν
Προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν
Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Η Αγία αναφορά
Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…
Χορὸς: Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ἱερεὺς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…
Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σου.
Ἱερεὺς: Ἄνω σχῶμεν τὰς καρδίας.
Χορὸς: Ἔχομεν πρὸς τὸν Κύριον.
Ἱερεὺς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Χορὸς: Ἄξιον καὶ δίκαιον.
Ἱερεὺς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…
…Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,
κεκραγότα, καὶ λέγοντα.
Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ἱερεὺς: Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα…
Χορὸς: Ἀμήν.
Ἱερεὺς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμα μου…
Χορὸς: Ἀμήν.
Ἱερεὺς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.
Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ
εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ
Θεὸς ἡμῶν.
Ἱερεὺς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἱερεὺς: Ἐν πρώτοις μνήσθητι, Κύριε…
Χορὸς: Κύριε ἐλέησον.
Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Χορὸς: Καὶ πάντων καὶ πασῶν.
Ἱερεὺς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…
Χορὸς: Ἀμήν.
Ἱερεὺς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…
Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σου.
Διάκονος: Πάντων τῶν ἁγίων…
Χορὸς: Κύριε, ἐλέησον.
Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…
Χορὸς: Παράσχου, Κύριε.
Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…
Χορὸς: Σοί, Κύριε.
Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…
Ἡ Κυριακὴ Προσευχὴ
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω
τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ
ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον
δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν
τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς
ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ
τοῦ πονηροῦ.
Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Χορὸς: Ἀμήν.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
Χορὸς: Καὶ τῷ πνεύματί σου.
Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Χορὸς: Σοί, Κύριε.
Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…
Χορὸς: Ἀμήν.
Ύψωσις καί μελισμός
Ἱερεὺς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ…
Διάκονος: Πρόσχωμεν!
Ἱερεὺς: Τὰ ἅγια τοῖς ἁγίοις.
Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.
Ἀλληλούϊα.
Κοινωνία τών πιστών
Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν
Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ,
ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ
ἡμᾶς ἔσωσεν.
Ἱερεὺς: Πάντοτε νῦν καί ἀεὶ…
Χορὸς: Ἀμήν.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ευχαριστία - Απολύσις
Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον
ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Χορὸς: Κύριε, ἐλέησον.
Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…
Χορὸς: Σοί, Κύριε.
Ἱερεὺς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…
Χορὸς: Ἀμήν.
Ἱερεὺς:Ἐν εἰρήνῃ προέλθωμεν.
Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.
Χορὸς: Κύριε, ἐλέησον.
Ἱερεὺς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…
Χορὸς: Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου
εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ἱερεὺς: Τὸ πλήρωμα τοῦ νόμου…
Χορὸς: Ἀμήν.
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Χορὸς: Κύριε, ἐλέησον.
Ἱερεὺς: Εὐλογία Κυρίου καὶ ἔλεος…
Χορὸς: Ἀμήν.
Ἱερεὺς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοι.
Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Ἀμήν. Κύριε, ἐλέησον (γ´) Πάτερ (Δέσποτα) ἅγιε, εὐλόγησον.
Ἱερεὺς: Ὁ ἀναστὰς ἐκ νεκρῶν
...Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης...
Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.
Ἱερεὺς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…
Χορὸς: Ἀμήν.
Geen opmerkingen:
Een reactie posten