zondag 8 februari 2026

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ

 Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ




Όρθρος


Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι πρέπει σοί πᾶσα δόξα…


ό Χορὸς: μήν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Ἀπολυτίκιον


Ἦχος δ'. Ταχὺ προκατάλαβε…


ς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.


Δόξα Πατρὶ…


ς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.


 Καὶ νῦν… Θεοτοκίον


  Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος… 


ό Χορὸς: μήν.


Καθίσματα  


Μετὰ τὴν ά Στιχολογίαν


Ἦχος γ'. Θείας πίστεως…


ργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Χαράλαμπες, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Δόξα Πατρὶ… Καὶ νῦν…


Θεοτοκίον


Θαῦμα μέγιστον! πῶς ἐν ἀγκάλαις, σὺ ἐβάστασας Παρθενομῆτορ, τὸν ἐν δρακὶ αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Μετὰ τὴν β´ Στιχολογίαν


Ἠχὸς δ'. Ἐπεφάνης σήμερον…


ς φωστὴρ ἀνέτειλας ἐκ τῆς Ἑῴας, καὶ πιστοὺς ἐφώτισας, ταῖς τῶν θαυμάτων σου βολαῖς, Ἱερομάρτυς Χαράλαμπες· ὅθεν τιμῶμεν τὰ θεῖά σου λείψανα.


  Δόξα Πατρί… 


  ερὸν τὸ Πνεῦμά σε Ἱερομάρτυς, Ἱερῶς ἀνέδειξε, τὸ Ἱερὸν θῦμα σοφέ, προσενεχθὲν ἱερώτατε, τῷ θείῳ λόγῳ, ᾧ θείως δεδόξασαι.


  Καὶ νῦν… Θεοτοκίον


  Μωϋσῆς ἑώρακε πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.


Μετὰ τὸν Πολυέλεον


Ἦχος γ'. Τὴν ὡραιότητα…


  Τὴν καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε.


Δόξα Πατρὶ… Καὶ νῦν…


Θεοτοκίον  


Τὴν ἀπειρόγαμον θεογεννήτριαν, τὴν τὸν ἀχώρητον γαστρὶ χωρήσασαν, καὶ τὸν τροφέα τοῦ παντός, τῷ γάλακτι θρεψαμένην, μόνην ἐξισχύσασαν, τῆς κατάρας λυτρώσασθαι, γένος τὸ ἀνθρώπινον, τὴν πανάχραντον Δέσποιναν, ὑμνήσωμεν συμφώνως βοῶντες· Χαῖρε ἡ Κεχαριτωμένη.


Ἀναβαθμοί 


Ἀντίφωνον Ά


  Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)


  Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)


  Δόξα Πατρί…


  γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.


  Καὶ νῦν…


  γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.


  Προκείμενον 


Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)


Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου,ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.


Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.


Τάξις Ευαγγελίου τού Όρθρου


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ἐλέησον. 


ό Ίερεύς: τι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν…


ό Χορὸς:μήν.


ό Χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)


ό Χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.


ό Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…


ό Χορὸς: Κύριε, ἐλέησον (γ´)


ό Διάκονος: Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.


ό Ίερεύς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.


ό Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.


Εὐαγγέλιον κατὰ Λουκᾶν 


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


 Ν´ Ψαλμὸς Χύμα


λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.


τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.


Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.


δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.


δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.


αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.


κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.


πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.


Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.


Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.


πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.


Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.


ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.


Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.


τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.


Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.


γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.


Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.


Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Δόξα Πατρὶ… Ἦχος β´


Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν…


Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἰδιόμελον Ἦχος πλ. β'


Φάλαγγα θεοστεφῆ, φωτοφανοῦς Μάρτυρος, ὑπὲρ Χριστοῦ τυθεῖσαν προθύμως, τὸν ἁγιόλεκτον συνασπισμόν, τοῦ Ἱερομάρτυρος Χαραλάμπους, φιλομάρτυρες δεῦτε τιμήσωμεν, καὶ τὴν πανίερον μνήμην αὐτοῦ πνευματικῶς τελέσαντες, πρὸς αὐτὸν βοήσωμεν· Τῆς λοιμικῆς ἀπειλῆς, τὸν εὐσεβόφρονα λαόν σου ἐλευθέρωσον, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης περιστάσεως.


ό Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…


ό Χορός: Κύριε ελέησον (ιβ´)


ό Ἱερεὺς: Ἐλέει καὶ οἰκτιρμοῖς…


Κανών τῆς Θεοτόκου 


ᾠδὴ α´. Ἦχος πλ. δ´. Ὁ Εἱρμὸς 


 Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. 

(δίς)


 Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 


Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.


 Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.


 Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.


 Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 


  Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. 


Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.   


Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.


Κανὼν τοῦ Ἁγίου ᾨδὴ α' 


Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζευσας…   


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.


  Χοροβατῶν εὐφροσύνως τὰ νοητά, οὐρανῶν σκηνώματα, καὶ λαμπόμενος φωτί, ἀνεσπέρῳ ῥῦσαί με παθῶν, ταῖς πρεσβείαις σου Σοφέ, ὅπως ὑμνήσω σε.


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.

  

φωτοφόρος σου μνήμη ἡλιακάς, ἀπαστράπτει χάριτας, καὶ φωτίζει τοὺς πιστῶς, ἐν αὐτῷ τιμῶντάς σε χαρᾶς, λαμπροτάτης ἀληθῶς, Μάρτυς ἐπώνυμε.


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.   


Ταῖς τῶν αἱμάτων ῥανίσι τὴν ἁλμυράν, ἀπιστίας θάλασσαν, κατακλύσας ποταμός, εὐσεβείας γέγονας Χριστοῦ, καταρδεύων ἀληθῶς, τὴν Ἐκκλησίαν ἀεί.


Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 


Θεοτοκίον


μαρτιῶν καταιγίδες καὶ λογισμῶν, ἐναντία κύματα, καὶ παθῶν ἐπαγωγαί, ἐπ' ἐμὲ διήλθοσαν, τῇ σῇ, Θεοτόκε κραταιᾷ πρεσβείᾳ, σῶσόν με.


Κανὼν δεύτερος  ᾨδὴ α' 


Ἦχος δ'. Ἀνοίξω τὸ στομα μου…

   

Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.  


Τὴν κάραν τὴν πάνσεπτον, καὶ τὰ παλαίσματα Κύριε, ὑμνεῖν ἐφιέμενος, τοῦ σοῦ θεράποντος, θείαν ἔλλαμψιν, ἐξ ὕψους ἐξαιτοῦμαι, δι' ἧς ἀναμέλψασθαι, ταῦτα δυνήσομαι.


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.     


  Σεβῆρον τὸν ἄθεον, τὸν ὠρυόμενον λέοντα, καθεῖλες Χαράλαμπες, σὺν Κρίσπῳ ἄφρονι, τὴν δυσσέβειαν, τὴν τούτων ἀπελέγξας, ἀνθ' ὧν ἐστεφάνωσαι, χειρὶ τοῦ Κτίστου σου.


Δόξα Πατρί…  


  Βασίλειον κόσμον σε, ἡ Ἐκκλησία ἐκτήσατο, δαιμόνων διώκτην τε, θεῖε Χαράλαμπες, νοσημάτων τε, παντοίων ἐλατῆρα· διὸ ἑορτάζει σου, τὴν μνήμην Ἅγιε.


 Καί νύν… Θεοτοκίον


Μαρίαν τὴν ἄχραντον, καὶ Θεοτόκον ὑμνήσωμεν, τὸ ὄρος τὸ ἅγιον, στάμνον τὴν πάγχρυσον, τὴν βαστάσασαν, τὸ φύσει θεῖον μάννα, τὸ τρέφον ἑκάστοτε, πιστούς τῇ χάριτι.


Κανὼν τῆς Θεοτόκου


ᾨδή γ΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμὸς


 Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. (δίς)


 Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.


 Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. 


  Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.


 κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. 


Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.


 Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.


 Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.


 Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν Ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.


Κανὼν τοῦ Ἁγίου ᾨδὴ γ´ 


Ἦχος πλ. β'. Οὐκ ἔστιν Ἅγιος ὡς σύ…


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.  

   

Οὐκ ἔστιν ὅλως ἐξειπεῖν, τῶν θαυμάτων τὰ πλήθη, ἅπερ ἔδρασας ἔτι, ἐν τῷ βίῳ περιών, καὶ πρὸς Θεὸν μετελθών, Ἀθλοφόρε, Μάρτυς ἀξιάγαστε.


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.  

   

Δυνάμει θείᾳ κρατυνθείς, τὸ ἀνίσχυρον θράσος, τῶν ἀνόμων καθεῖλες, στρατιώτης ὡς στερρός, Χαράλαμπες ἀθλητά, ὡς ὁπλίτης θείας παρατάξεως.


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.  

   

Αἱμάτων ῥεύσαντες κρουνοί, σοῦ τοῦ σώματος πᾶσαν, ἀσεβείας τὴν φλόγα, καὶ δεινὴν πυρκαϊάν, κατέσβεσαν, τῆς τρυφῆς, τὸν χειμάρρουν, σοὶ δὲ προεξένησαν.


Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 


Θεοτοκίον


γίων Ἅγιον Θεόν, τέτοκας Παναγία, ἁγιότητος οἶκος, δεδειγμένη καθαρός, καὶ Πύλη μόνος Χριστός, ἣν διῆλθε, σῴζων τὸ ἀνθρώπινον.


Κανὼν δεύτερος  ᾨδὴ γ´


Ἦχος δ'. Τοὺς σοὺς ὑμνολόγους…


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.  


 Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, πιστῶς συνελθόντας ἐν ναῷ τὴν Κάραν προσκυνῆσαί σου, τὴν θείαν καὶ σεβάσμιον, φρούρει καὶ πολεμήτορος.


Στίχ. Άγιε τού Θεού πρέσβευε υπέρ ημών.     


  Νεκρὸν νεανίαν ἀναστήσας, δαιμόνων ὀφθείς τε ἐλατήρ, πλήθη βροτῶν ἐξέστησας, καὶ τῷ Χριστῷ προσήγαγες, μαρτυρικῷ ἐν αἵματι, χειρῶν ἁρπάσας τοῦ δράκοντος.


Δόξα Πατρί…  


Δεῦτε ἡ πληθὺς τῶν Χριστωνύμων, Κυρίου τὸν Μάρτυρα πιστῶς, αἰνέσωμεν καὶ στέψωμεν, αὐτοῦ τὴν Κάραν ᾄσμασι, πνευματικοῖς τὴν πάνσεπτον, πταισμάτων λύσιν ὡς εὕρωμεν.


 Καί νύν… Θεοτοκίον


Υἱὸν τοῦ Θεοῦ τὸν Θεὸν Λόγον, τὸν κόσμῳ ἀχώρητον παντί, ἐν τῇ γαστρὶ χωρήσασα, ἀγκάλαις σου ἐβάστασας, Παρθενομῆτορ ἄχραντε, Χριστιανῶν καταφύγιον.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σεί εί ό Θεός ημών…


ό Χορὸς: μήν.


Κάθισμα 


Ἦχος γ'. Θείας πίστεως…


Στῦλος ἄσειστος τῆς Ἐκκλησίας, λύχνος ἄσβεστος τῆς οἰκουμένης, Ἀθλοφόρε ἀνεδείχθης Χαράλαμπες, καὶ ἀναλάμψας ἡλίου φαιδρότερον, τὴν τῶν εἰδώλων ἐλαύνεις σκοτόμαιναν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Δόξα Πατρί…


Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ…


Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέγαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν Θεάνθρωπον.


Καὶ νῦν… Θεοτοκίον


Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Σύ γάρ εί ό Βασιλέυς…


ό Χορὸς: μήν.


Κοντάκιον


  Θησαυρὸν πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε Χαράλαμπες· διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα.


  Ὁ Οἶκος


Τὸν στερρὸν ὁπλίτην,καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος· διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο. Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.


Συναξάριον  


Τ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους.


Στίχοι


Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους,


Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων.


Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν.


   

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται.


Στίχοι


Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους,


θλήσεως βάπτουσι κοινὴν πορφύραν.


   

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται.


Στίχοι


Τὰς τρεῖς γυναῖκας ἀρρενωποὺς μηνύει,


ρρην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος.


   

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου.


Στίχοι


Εἰς ἀρραβῶνα παρθένοις κόραις δύο,


νυμφίος δίδωσι θάρσος πρὸς φλόγα.


κεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος,


Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος.


   

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.


Στίχοι


ναστάσιος, τὸν δρόμον τείνων πρόσω,


Γῆς ἐξαναστὰς πρὸς τὸν Ὕψιστον τρέχει.


   

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.


Στίχοι


Ζήνων τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα,


Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου.


   

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Καταβασίες της Θεοτόκου 


 ᾠδὴ ά.  Ήχος δ´


νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.


ᾠδὴ γ´


Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.


 ᾠδὴ δ´

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.


ᾠδὴ ε´


ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.


ᾠδὴ ς´


Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.


ᾠδὴ ζ´


Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.


ᾠδὴ η´


 Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.


Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.



ό Ἱερεὺς: Tη Θεοτόκο και μητέρα του φωτός…


Τιμιωτέρα 


Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.


 Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.


  Τὴν Τιμιωτέραν…


Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.


Τὴν Τιμιωτέραν…


Στίχ. ποίησε κράτος εν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.


Τὴν Τιμιωτέραν…


Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ

ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.


Τὴν Τιμιωτέραν…


Στίχ. ντελάβετο  ̓Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.


Τὴν Τιμιωτέραν…


ᾨδὴ θ´


πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι…


ό Χορὸς: μήν.


Εξαποστειλάριον


Ήχος β´. Γυναῖκες ἀκουτίσθητε…


νθέως πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντάνακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μάκαρ καθεῖλες, καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὦ Χαράλαμπες, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου.


Θεοτοκίον


Μαρία καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φύλαττε σκέπε σοὺς δούλους, ἐκ πάσης βλάβης ἀτρώτους, κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ πάσης περιστάσεως, ταῖς σαῖς πρεσβείαις χρωμένη, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου.


Αίνοι


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Στιχηρὰ Προσόμοια


  Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων…


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.


Οἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες, τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.


Οἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες, τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ


Τοῖς οὐρανίοις Ἀγγέλοις νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ Τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον κάραν, καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


Λαμπροφανὴς καὶ πανένδοξος ἀνατέταλκεν, ἐν τῇ Ἑλλάδι πάσῃ, ἡ πανέορτος μνήμη, τοῦ θείου Χαραλάμπους· διὸ περ λαμπρῶς, ἑορτάζει κατέχουσα, τὴν πανσεβάσμιον κάραν, τὴν τὸν Χριστόν, ὡς Θεάνθρωπον κηρύξασαν.


Δόξα Πατρί… Ἦχος πλ. α'


σπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα θεσπέσιε, προχέει οἷόν τι μύρον πολύτιμον, τὰ ἰάματα, τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ πίστεως αὐτῇ προσιόντας, τῶν δεινῶν πάντων ῥύεται, τὴν δυσώδη τε πλάνην, καὶ νόσους παντοίας· καὶ τὴν πανώλην λοιμικὴν καταπαύουσα, εὐρωστίαν δωρεῖται πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.


Καὶ νῦν… Θεοτοκίον


Ἦχος πλ. α'


Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.


Δοξολογία Μεγάλη


Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.


Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.


Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.


Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.


τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.


Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.


Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)


Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.


Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.


τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.


Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.


γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος

Ἀθάνατος, ἐλέησον ἡμᾶς


Ἀπολυτίκιον


Ἦχος δ'. Ταχὺ προκατάλαβε…


ς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.


Είς τήν Θείαν Λειτουργίαν


ό Ἱερεὺς: Ευλογημένη ἡ βασιλεία…


τι πρέπει σοι πᾶσα δόξα…


ό Χορὸς: μήν.


 Ἀντίφωνον Ά


Στίχ.γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.


Στίχ. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Στίχ. τι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Στίχ. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Δόξα Πατρί… Καὶ νῦν…


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ἱερεὺς: Ὅτι σὸν τὸ κράτος…


ό Χορὸς: μήν.


Ἀντίφωνον Β´


Στίχ.Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.


Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις

θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.

 

Στίχ. Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.


Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

  

Στίχ. Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.


Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

  

Στίχ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.


Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…


Δόξα Πατρὶ… Καὶ νῦν…


μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ἱερεὺς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…


ό Χορὸς:μήν.


Ἀντίφωνον Γ´  


Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.


Ἀπολυτίκιον


Ἦχος δ'. Ταχὺ προκατάλαβε…


ς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.


 Εἰσοδικὸν


ό Διάκονος: Σοφία! Ὀρθοί!


Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ,  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι Ἀλληλούϊα.


Ἀπολυτίκιον


Ἦχος δ'. Ταχὺ προκατάλαβε…


ς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.


 Ἀπολυτίκιον τού Ναού 


Κοντακιον  


Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ελέησον.


ό ´Ιερεύς: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…


ό Χορὸς: μήν.


Τρισάγιον Ἀποστόλου


γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.


 Δύναμις


γιος ὁ Θεός, γιος ἰσχυρός, γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.


᾽Απόστολος 

Προκείμενον. Ἦχος βαρύς


Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.


Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ  ἡμῖν;


Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα. (2:1-10)


Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾿Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾿Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ ᾿Ιησοῦ μετὰ δόξης αἰωνίου.

 

λληλούϊα… (γ´) Ἦχος ά


Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.


Στίχ.τι ἐξελέξατο Κύριος τὴν Σιών.


ό ´Ιερεύς: Σοφία Ορθοί… Ειρήνη Πάσι.

 ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.

ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην…

(ιε’ 17 - ις’ 2)


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε.Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


Εκτενής δέησις 

ό Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…


ό Χορὸς: Κύριε, ἐλέησον (γ´)


ό Ἱερεὺς: Ὅπως ὑπὸ τοῦ κράτους…


ό Χορὸς: μὴν.


Ὁ Χερουβικὸς ὕμνος


Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ

τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον

προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν

ἀποθώμεθα μέριμναν…


 …Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.


 Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.


Συναπτή τών τιμίων δώρων.


ό Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.


ό Χορὸς: Παράσχου, Κύριε.


Εὐχὴ τῆς προσκομιδῆς


ό Ἱερεὺς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ…


Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.


ό Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.


ό Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.


Τὸ Σύμβολον τῆς Πίστεως


Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.


Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν

τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς

γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.


 Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.


Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν

ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν

οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος

Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ

ἐνανθρωπήσαντα.


Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου

Πιλάτου καὶ παθόντα καὶ ταφέντα.


Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς

Γραφάς.


Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ

καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.


Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι

ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ

ἔσται τέλος.


Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ

ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,

τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον

καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν

Προφητῶν.


Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν

Ἐκκλησίαν.


μολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.


Προσδοκῶ ἀνάστασιν νεκρῶν.


Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Η Αγία αναφορά 


ό Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…


ό Χορὸς: λεον εἰρήνης, θυσίαν αἰνέσεως.


ό Ἱερεὺς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Ἱερεὺς: Ἄνω σχῶμεν τὰς καρδίας.


ό Χορὸς: χομεν πρὸς τὸν Κύριον.


ό Ἱερεὺς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.


ό Χορὸς: ξιον καὶ δίκαιον.


ό Ἱερεὺς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…


Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,

κεκραγότα, καὶ λέγοντα.


γιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.


ό Ἱερεὺς: Λάβετε, φάγετε· τοῦτό μού ἐστί τὸ σῶμα…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστί τὸ αἷμα μού…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.


ό Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ

εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ

Θεὸς ἡμῶν.


ό Ἱερεὺς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…


ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ

παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ

ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν

ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν

ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


ό Ἱερεὺς: Ἐν πρώτοις μνήσθητι, Κύριε…


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.


ό Χορὸς: Καὶ πάντων καὶ πασῶν.


ό Ἱερεὺς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…


ο Χορὸς:μήν.


ό Ἱερεὺς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σου.


ό Διάκονος: Πάντων τῶν ἁγίων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Παράσχου, Κύριε.


ό Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…


Ἡ Κυριακὴ Προσευχὴ


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω

τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·

γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ

ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον

δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ

ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν

τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς

ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ

τοῦ πονηροῦ.


ό Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…


ό Χορὸς: μήν.


Ύψωσις καί μελισμός


ό Ἱερεὺς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ… 


ό Διάκονος: Πρόσχωμεν!


ό Ἱερεὺς: Τὰ ἅγια τοῖς ἁγίοις.


ό Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός, Ἀμήν.


Κοινωνικόν


Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, Ἀλληλούια.


Κοινωνία τών πιστών 


ό Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.


ό Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σού…


Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν

Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ,

ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ

ἡμᾶς ἔσωσεν.


ό Ἱερεὺς: Πάντοτε νῦν καί ἀεὶ…


ό Χορὸς: μήν.


Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.


Ευχαριστία - Απολύσις 


ό Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…


ό Χορὸς: μήν.


ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον

ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Ἐν εἰρήνῃ προέλθωμεν.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…


ό Χορὸς: μήν. Εἴη τὸ ὄνομα Κυρίου

εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.


Ακολουθία του Μνημοσύνου 


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.


Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὔρω καγῶ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι, ἀνακάλεσαί με, Σωτήρ, καὶ σώσόν με.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.


πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θεία τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν μὲ ἐπιστρέψας εἰς γὴν ἐξ ἦς ἐλήφθην, εἰς τὸ καθʹ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.


Εἰκὼν εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σὴ εὐσπαγχνία, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοί. Παραδείσου πάλιν ποιῶν πολίτην με.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.


νάπαυσον, ὁ Θεὸς τὸν (τὴν/τών) δούλον σου, καὶ κατάταξον αὐτον (αὐτήν/αυτών) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν (τὴν/τών) κεκοιμημένον δούλον σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς/αυτών) πάντα τὰ ἐγκλήματα.


Δόξα Πατρὶ…


Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, ὁ Πατὴρ ὁ

ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα φώτισον ἡμᾶς πίστει σοὶ λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.


Καὶ νὺν…


Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, διʹ ἦς γένος τῶν ἀνθρώπων εὔρατο τὴν σωτηρίαν, διὰ σοῦ εὔροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.


λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοὶ ὁ Θεός. (γ´)


Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ (τῆς/τών) δούλου σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος


Καί τα τροπάρια ταύτα 


Ήχος δ´


 Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν

ψυχὴν τοῦ (τής/τών) δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.


Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.


Δόξα Πατρί…


Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου, Σῶτερ, ἀνάπαυσον.


 Καὶ νῦν…


μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν

ἀσπόρως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου.


ό Διάκονος : Ἐλέησον ἡμᾶς ὁ Θεός…


ό Χορός: Κύριε ἐλέησον. (γ´)


ό Διάκονος: Ὅπως Κύριος ὁ Θεὸς τάξῃ…


ό Χορός: Παράσχου Κύριε. 


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορός: Κύριε ἐλέησον.


ό Ίερεύς: Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός…


ό Χορός: Αμήν


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορός: Κύριε ἐλέησον. 


ό Ιερεύς: Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. 


ό Χορός: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ (αὐτῆς/αυτών) ἡ μνήμη. (γ´)


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Ἱερεὺς: Εὐλογία Κυρίου καὶ ἔλεος… 


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοί.


ό Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… 

Κύριε, ἐλέησον… (γ´) Πάτερ (Δέσποτα) ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…


Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης…


ό Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.


ό Ἱερεὺς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…


ό Χορὸς: μήν.


Απολυτίκιον Αγίου Φανουρίου

Ήχος δ΄. Ταχὺ προκατάλαβε…


Οὐράνιον ἐφύμνιον ἐν γῆ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν, νύν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνωδίαις εὐφημούσιν τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις, τοῖς σοῖς Φανούριε ἔνδοξε.

Geen opmerkingen:

Een reactie posten