Η Ανάληψις τού Κυρίου καί Θεού καί Σωτήρος ημών Ιησού Χριστού Μνήμη τῶν Ἁγίων ἐνδόξων,μεγάλων, θεοστέπτων καὶ Ἰσαποστόλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης
Εσπερινός
ό Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν…
ό Αναγνώστης: Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς 103
Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ
κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρί… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοί ὁ Θεός. (γ´)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.
Τα ειρηνικά
ό Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ό Χορός: Κύριε, ἐλέησον.
ό Ἱερεὺς: Ὅτι πρέπει σοι, πᾶσα δόξα…
ό Χορός: Ἀμήν.
Ψαλμός 1ος
Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
Αλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.
Οτὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
Οτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Ψαλμός 2ος
Ἰνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
Ο κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου.
Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.
Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.
Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
Οταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.
Ψαλμός 3ος
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
Πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.
Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
Εγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Ανάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Δόξα Πατρί… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοί ὁ Θεός. (γ´)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ἱερεὺς: Ὅτι σόν τό κράτος…
ό Χορός: Ἀμήν.
Ἦχος πλ. β´
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στιχηρὰ ἰδιόμελα τής Εορτής
Ἦχος πλ. β´
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας· ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας· ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Κύριε, τῇ σῇ, Ἀναλήψει, ἐξεπλάγησαν τὰ Θεόν, ἐπὶ Χερουβίμ, θεωρήσαντά σε τὸν νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστόν τὸ ἔλεός σου, δόξα σοι.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, ἐλέησον ἡμᾶς.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδὸν σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοῖς δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον· Δέσποτα, μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, οὓς δι' οἶκτον ἠγάπησας δούλους σου, ὡς εὔσπλαγχνος, ἀλλ' ἀπόστειλον, ὡς ὑπέσχου ἡμῖν, τὸ πανάγιόν σου Πνεῦμα, φωταγωγοῦν τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Κύριε, τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς σοὺς Μαθητάς, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἀνελάμβανες, καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ παρῆλθες, ὁ δι' ἐμὲ πτωχεύσας κατ' ἐμέ, καὶ ἀναβάς· ὅθεν οὐκ ἐχωρίσθης, τὸ πανάγιόν σου Πνεῦμα ἐξαπόστειλον, φωτίζον τὰς ψυχὰς ἡμῶν.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'. Ἔδωκας σημείωσιν…
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὅπλον κραταιότατον, τῷ Βασιλεῖ ἡμῶν δέδωκας, τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ἐβασίλευσεν, ἐπὶ γῆς δικαίως, λάμψας εὐσεβείᾳ, καὶ βασιλείας οὐρανῶν, κατηξιώθη τῇ εὐσπλαγχνίᾳ σου, μεθ' οὗ σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ὅπλον κραταιότατον, τῷ Βασιλεῖ ἡμῶν δέδωκας, τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ἐβασίλευσεν, ἐπὶ γῆς δικαίως, λάμψας εὐσεβείᾳ, καὶ βασιλείας οὐρανῶν, κατηξιώθη τῇ εὐσπλαγχνίᾳ σου, μεθ' οὗ σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ἔδωκας φιλάνθρωπε, τῷ εὐσεβεῖ σου θεράποντι, Σολομῶντος τὴν φρόνησιν, Δαυῒδ τὴν πραότητα καὶ τῶν Ἀποστόλων τὴν ὀρθοδοξίαν, ὡς βασιλέων Βασιλεύς, κυριευόντων τε πάντων Κύριος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Πρῶτος καθυπέταξας, τὴν ἁλουργίδα ἀείμνηστε, Βασιλεῦ ἑκουσίως Χριστῷ, αὐτὸν ἐπιγνοὺς Θεόν, καὶ παμβασιλέα, πάντων εὐεργέτην, νικοποιὸν πάσης ἀρχῆς, καὶ ἐξουσίας τὸν ὑπερκείμενον, ἐντεῦθέν σοι φιλόχριστε, τὴν βασιλείαν κατεύθυνεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα Πατρί… Ἦχος β'
Πλουσίων δωρεῶν τὰ κρείττονα, εἰληφῶς παρὰ Θεοῦ, Ἄναξ κράτιστε, Κωνσταντῖνε μέγιστε, καλῶς ἐν τούτοις διέπρεψας· καταυγασθεὶς γὰρ ἀκτῖσι τοῦ παναγίου Πνεύματος, ὑπὸ Σιλβέστρου ἱερέως, ὡς διὰ τοῦ βαπτίσματος, ἐν Βασιλεῦσιν ὤφθης ἀήττητος, τὴν οἰκουμένην ὡς προῖκα προικοδοτήσας τῷ Κτίστῃ σου, καὶ πόλιν βασιλεύουσαν θεοσεβῆ. Διὸ ἱκετεύων μὴ παύσῃ Χριστῷ τῷ Θεῷ, δωρηθῆναι ἅπασι, τοῖς τελοῦσι τὴν μνήμην σου, ὡς παρρησίαν ἔχων, ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν…
Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ τοῖς ἐπὶ γῆς ὡς ἄνθρωπος, συναναστραφείς, σήμερον ἀπ' ὄρους τῶν Ἐλαιῶν ἀνελήφθης ἐν δόξῃ, καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν συμπαθῶς ἀνυψώσας, τῷ Πατρὶ συνεκάθισας· ὅθεν αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει, καὶ τρόμῳ συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον. Μεθ' ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ' ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν λέγοντες· ὁ τοὺς μαθητὰς καὶ τὴν τεκοῦσάν σε Θεοτόκον, χαρᾶς ἀπείρου πλήσας ἐν τῇ σῇ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαῖς αὐτῶν, διὰ τὸ μέγα σου ἔλεος.
Εἴσοδος
ό Διάκονος: Σοφία Ὀρθοί!
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας προκείμενον
Τῇ Κυριακῇ ἑσπέρας. Ἦχος πλ. δ´
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ´
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαι με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με.
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α´
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Τῇ Τετάρτῃ ἑσπέρας Ἦχος πλ. α´
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου,ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.
Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Τῇ Πέμπτῃ ἑσπέρας Ἦχος πλ. β´
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὅρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Τῇ Παρασκευῇ ἑσπέρας
Ἦχος βαρύς
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Στίχ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ ̓ ἐμὲ λύτρωσαί με.
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Β', 2)
Τάδε λέγει Κύριος· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτῷ πάντα τὰ ἔθνη, καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι· Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΞΒ', 10 ΞΓ', 1)
Τάδε λέγει Κύριος· Πορεύεσθε, περιέλθετε διὰ τῶν πυλῶν μου, σκευάσατε τὴν ὁδόν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε, ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη· ἰδοὺ γὰρ ὁ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ Σωτήρ σου παραγέγονεν, ἔχων τὸν ἑαυτοῦ μισθὸν μεθ' αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου, σὺ δὲ κληθήσῃ, Ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη. Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ; βοᾷ μετὰ ἰσχύος πολλῆς, Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης, ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ. Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἀναμνήσω, τὴν αἴνεσιν Κυρίου ἐπὶ πᾶσιν, οἷς ἡμῖν ἀνταποδίδωσι, Κύριος, κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ ἔλεον αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν· οὐχὶ λαός μου ἐστὲ; τέκνα, καὶ οὐ μὴ ἀθετήσωσι· καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν, οὐ πρέσβυς, οὐδὲ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτούς, καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώσατο αὐτούς, καὶ ἀνέλαβεν αὐτούς, καὶ ὑπερύψωσεν αὐτούς, πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς,καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπὶ ἔθνη, ἐπὶ σὲ δὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου, ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. Τότε ὄψει, καὶ χαρήσῃ καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν. Καὶ ἥξουσὶ σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ. Πάντες ἐκ Σαβᾶ ἥξουσι, φέροντες χρυσίον, καὶ λίβανον οἴσουσί σοι, καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ κριοὶ Ναβαιώθ ἥξουσί σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τῖνες οἵ δε ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς;
Ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσεὶς ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον αὐτῶν μέτ' αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεός μου ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵ τινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιών, τοῦ Ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν σοι. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.
ό Ἱερεὺς: Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς…
ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)
ό Ἱερεὺς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…
ό Χορὸς: Ἀμήν.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυ λαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ό Διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Διάκονος: Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν…
ό Χορὸς: Παράσχου Κύριε.
ό Ἱερεὺς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
ό Χορός: Ἀμήν.
ό Ἱερεὺς: Εἰρήνη πᾶσι.
ό Χορός: Καὶ τῷ πνεύματί σού.
ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ό Χορός: Σοὶ, Κύριε.
ό Ἱερεὺς: Εἴη τὸ κράτος τῆς βασιλείας σού…
ό Χορὸς: Ἀμήν.
Στιχηρὰ Ἰδιόμελα Ἦχος β'
Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ἀναλαμβανομένου σου Χριστέ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, αἱ δυνάμεις ὁρῶσαι ἑτέρα τῇ ἑτέρᾳ ἐβόων· Τίς ἐστιν οὗτος; καὶ φησὶ πρὸς αὐτάς· Οὗτός ἐστιν ὁ κραταιός καὶ δυνάστης, οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ, οὗτός ἐστιν ἀληθῶς ὁ Βασιλεὺς τῆς δόξης. Καὶ ἵνα τί αὐτοῦ ἐρυθρὰ τὰ ἱμάτια; Ἐκ Βοσὸρ ἥκει, ὅπερ ἐστί, τῆς σαρκός. Αὐτὸς δὲ ὡς Θεὸς ἐν δεξιᾷ καθίσας τῆς μεγαλωσύνης, ἀπέστειλας ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον ἵνα ὁδηγήσῃ, καὶ σώσῃ τὰς ψυχὰς ἡμῶν.
Στίχ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
Ἀνελήφθης ἐν δόξῃ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστὲ ὁ Θεὸς ἐνώπιον τῶν σῶν Μαθητῶν, καὶ ἐκάθισας ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ τὰ σύμπαντα πληρῶν τῇ Θεότητι, καὶ ἀπέστειλας αὐτοῖς Πνεῦμα τὸ ἅγιον, τὸ φωτίζον, καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.
Δόξα Πατρὶ… Ἦχος πλ. δ'
Σέλας φαεινότατον, κομήτης ἑσπερώτατος, ἐξ ἀπιστίας εἰς πίστιν Θεότητος μετοχετευθείς, ἤχθης ἁγιάσαι λαὸν καὶ πόλιν, καὶ τύπον Σταυροῦ ἐν οὐρανῷ κατοπτεύσας, ἤκουσας ἐκεῖθεν. Ἐν τούτῳ νίκα τοὺς ἐχθρούς σου. Ὅθεν δεξάμενος τὴν γνῶσιν τοῦ Πνεύματος, Ἱερεύς τε χρισθεὶς καὶ Βασιλεύς, ἐλαίῳ ἐστήριξας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὀρθοδόξων Βασιλέων πατήρ, οὗ καὶ ἡ λάρναξ ἰάσεις βρύει. Κωνσταντῖνε Ἰσαπόστολε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν… Ἦχος πλ. β'
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, τοῦ ἀνυψῶσαι τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, τοῦ ἁγιάσαι τὰς ψυχὰς ἡμῶν.
ό Ἱερεὺς: Νῦν ἀπολύεις τὸν δοῦλόν σού…
ό Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον… (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ό Ἱερεὺς: Ὅτι σοῦ ἐστὶν ἡ βασιλεί…
ό Χορὸς: Ἀμήν.
Ἀπολυτίκιον τής Εορτής
Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Δόξα Πατρὶ… Ἦχος πλ. δ'
Ἀπολυτίκιον τών Ισαποστόλων
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν…
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
Ἀπόλυσις
ό Διάκονος: Σοφία!
ό Ἀναγνώστης: Εὐλόγησον.
ό Ἱερεὺς: Ὁ ὤν εὐλογητὸς Χριστὸς…
ό Ἀναγνώστης: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ χώρᾳ, νήσῳ, κώμη, Μητροπόλει, Ἐνορία ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
ό Ἱερεὺς: Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ό Ἀναγνώστης: Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ό Ἱερεὺς: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοί.
ό Ἀναγνώστης: Δόξα Πατρὶ… Καὶ νῦν… Κύριε ἐλέησον… (γ´) Πάτερ Ἅγιε εὐλόγησον.
ό Ἱερεὺς: Ὁ ἐν δόξῃ ἀναληφθείς…
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων…
ό Χορός: Ἀμήν.
Geen opmerkingen:
Een reactie posten