Κυριακή Ή Ματθαίου
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους, καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς
Όρθρος
Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὁ Ἱερεύς: Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ὁ Χορὸς: Ἀμήν.
Ἦχος Βαρύς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος Βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα Πατρὶ… Ἦχος Ά
Ἀπολυτίκιον τῆς Ἁγίας
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν… Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ Ἱερεύς: Ὅτι σὸν τὸ κράτος…
Ὁ Χορὸς: Ἀμήν.
Καθίσματα Ἀναστάσιμα
Μετὰ τὴν Ά Στιχολογίαν
Ἦχος Βαρύς
Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα Πατρί…
Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.
Καὶ νῦν… Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Μετὰ τὴν Β´ Στιχολογίαν
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα Πατρί…
Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον· Παντοδύναμε Κύριε, δόξα σοι.
Καὶ νῦν… Θεοτοκίον
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.
Ἀναστάσιμα Εὐλογητάρια
Ἦχος Πλ. Ά
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε ́ θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου Σῶτερ. Ενηχοῦντο Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρί… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοί ὁ Θεός. (γ´)
Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ Ἱερεύς: Ὅτι ηὐλόγηταί σου…
Ὁ Χορὸς: Ἀμήν.
Ἡ Ὑπακοὴ (Χύμα)
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Ἀναβαθμοὶ Ἦχος Βαρύς
Ἀντίφωνον Ά
Τὴν αἰχμαλωσίαν Σιών,ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.
Ἀντίφωνον Β´
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.
Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.
Ἀντίφωνον Γ´
Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῶ· λατρευτὸν γάρ.
Προκείμενον
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. (δίς)
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ Ά. Ἦχος Βαρὺς. Ὁ Εἱρμὸς
Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.
Κανὼν τῆς Ἁγίας ᾨδὴ Ά
Ἦχος Δ´. Θαλάσσης, τὸ ἐρυθραῖον…
Στίχ. Αγία τού Θεού, πρέσβευε υπέρ ημών.
Ὑμνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, Παρασκευὴ ἀοίδιμε, ταῖς πρὸς τὸν Κύριον δεήσεσι.
Στίχ. Αγία τού Θεού, πρέσβευε υπέρ ημών.
Μαρτύρων, ἡ καλλονὴ σὺ πέφηνας, τὰς τοῦ ἐχθροῦ μηχανάς, καταβαλοῦσα ὅπλῳ τοῦ Σταυροῦ, καὶ τυράννων ὠμότητα, ἀθλητικῶς παλαίσασα, θεοσεβῆ πίστιν ἐκήρυξας.
Δόξα Πατρί…
Νομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς, ἀπονέμων προσκύνησιν, ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θράσος ἅπαν λέλυται.
Καὶ νῦν… Θεοτοκίον
Ὁ Λόγος, ἐκ σῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφώς, καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ Γ´. Ἦχος Βαρὺς. Ὁ Εἱρμὸς
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι' ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντείῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς με συνανέστησας.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.
Κανὼν τῆς Ἁγίας ᾨδὴ Γ´
Ἦχος Δ´. Εὐφραίνεται ἐπὶ σοὶ…
Στίχ. Αγία τού Θεού, πρέσβευε υπέρ ημών.
Ἐνεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν.
Στίχ. Αγία τού Θεού, πρέσβευε υπέρ ημών.
Ῥωσθεῖσα σθένει Χριστοῦ, τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στερρότατος.
Δόξα Πατρί…
Ἀγάπῃ τῇ πρὸς Θεόν, ἐν τῷ σταδίῳ καρτερῶς ἤνεγκας, τὸν σκορπισμὸν τοῦ σώματος, καὶ τοὺς ἀνυποίστους πικροὺς αἰκισμούς.
Καὶ νῦν… Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.
Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ Ἱερεύς: Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
Ὁ Χορὸς: Ἀμήν.
Κοντάκιον τῆς Ἁγίας
(Χύμα)
Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.
Ὁ Οἶκος
Ἡ τοῦ νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.
Κάθισμα τῆς Ἁγίας
Ἦχος Πλ. Δ´. Τὴν Σοφίαν καὶ Λόγον…
Ἐκ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ, σεαυτὴν ἀναθεῖσα διηνεκῶς, αὐτῷ εὐηρέστησας τῷ Σωτῆρι τῶν ὅλων, καί τυράννων θράση, στερρῶς κατεπάτησας, καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας· ὅθεν ὁ Χριστὸς σοι, τοῖς στεφάνοις κοσμήσας, ἐνδόξως εἰσήγαγεν, εἰς νυμφῶνα οὐράνιον, Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα Πατρί… Καὶ νῦν…
Θεοτοκίον
Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.
Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ Ἱερεύς: Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Ὁ Χορὸς: Ἀμήν.
Κοντάκιον Ἀναστάσιμον
(Χύμα)
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται. Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Συναξάριον
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους.
Στίχοι
Ἕρμιππος, Ἑρμόλαος ἠδ' Ἑρμοκράτης
Ἑρμῆν σέβοντας ᾔσχυναν παρρησίᾳ.
Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς.
Στίχοι
Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον,
Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν.
Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ.
Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Καταβασίαι τῆς Θεοτόκου
Ἦχος Δ´. ᾨδὴ Ά
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ᾨδὴ Γ´
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ Δ´
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ Έ
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ᾨδὴ ΣΤ´
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
ᾨδὴ Ζ´
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ Ή
Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Η Τάξις τοῦ Ἐωθινού Εὐαγγελίου
Ὁ Διάκονος: Τού Κυρίου δεηθώμεν.
Ὁ Χορὸς: Κύριε ελέησον.
Ὁ Ἱερεύς: Ότι Άγιος εί, ο Θεός ημών…
Ὁ Χορὸς: Ἀμήν.
Ὁ Χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)
Ὁ Χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.
Ὁ Διάκονος: Καί υπέρ τού καταξιωθήναι…
Ὁ Χορὸς: Κύριε ελέησον… (γ´)
Ὁ Διάκονος: Σοφία· ὀρθοί… Εἰρήνη πᾶσι.
Ὁ Χορὸς: Καὶ τῷ Πνεύματί σου.
Ὁ Ἱερεύς: Εκ του κατά Ιωάννην…
Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.
Τώ καιρώ εκείνω, Μαρία ειστήκει πρός τώ μνημείον κλαίουσα έξω, ως ούν έκλαιε, παρέκυψεν εις τό μνημείον, καί θεωρεί δύο αγγέλους εν λευκοίς καθεζομένους, ένα πρός τή κεφαλή, καί ένα πρός τοίς ποσίν, όπου έκει το τό σώμα τού Ιησού, καί λέγουσιν αυτή εκείνοι, Γύναι, τί κλαίεις; λέγει αυτοίς, Ότι ήραν τόν Κύριόν μου, καί ουκ οίδα πού έθηκαν αυτόν, καί ταύτα ειπούσα εστράφη εις τά οπίσω, καί θεωρεί τόν Ιησούν εστώτα, καί ουκ ήδει ότι Ιησούς εστι. Λέγει αυτή ο Ιησούς, Γύναι, τί κλαίεις; τίνα ζητείς; εκείνη δοκούσα ότι ο κηπουρός εστι, λέγει αυτώ, Κύριε, ει σύ εβάστασας αυτόν, ειπέ μοι πού αυτόν έθηκας, καγώ αυτόν αρώ, λέγει αυτή ο Ιησούς, Μαρία, στραφείσα εκείνη λέγει αυτώ, Ραββουνι, ό λέγεται Διδάσκαλε, λέγει αυτή ο Ιησούς, Μή μου άπτου, ούπω γάρ αναβέβηκα πρός τόν πατέρα μου, πορεύου δέ πρός τούς αδελφούς μου, καί ειπέ αυτοίς, Αναβαίνω πρός τόν πατέρα μου καί πατέρα υμών, καί Θεόν μου καί Θεόν υμών, έρχεται Μαρία η Μαγδαληνή απαγγέλλουσα τοίς μαθηταίς ότι εώρακε τόν Κύριον, καί ταύτα είπεν αυτή.
Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἀναγνώστης
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ψαλμὸς Ν´ Ἦχος Β´
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
Δόξα Πατρὶ… Ἦχος Β´
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Ὁ Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
Ὁ Χορὸς: Κύριε, ἐλέησον… (ιβ´)
Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Τιμιωτέρα Ἦχος Δ´
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Στίχ. Ἐποίησε κράτος εν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Στίχ. Ἀντελάβετο ̓Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…
Καταβασία
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ Ἱερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ὁ Χορὸς: Ἀμήν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (δίς)
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ…
…Ὅτι ἅγιος ἐστι.
Εξαποστειλάριον Ή
Ἦχος Β´. Τοῖς Μαθηταῖς συνέλθωμεν…
Δύο Αγγέλους βλέψασα, ένδοθεν τού μνημείου, Μαρία εξεπλήττετο, καί Χριστόν αγνοούσα, ώς Κηπουρόν επηρώτα, Κύριε πού τό σώμα, τού Ιησού μου τέθεικας; κλήσει δέ τούτον γνούσα είναι αυτόν , τόν Σωτήρα ήκουσε, Μή μου άπτου, πρός τόν Πατέρα άπειμι, ειπέ τοίς αδελφοίς μου.
Ἦχος Β´. Γυναῖκες ἀκουτίσθητε…
Εξαποστειλάριον τῆς Ἁγίας
Ῥωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.
Θεοτοκίον
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἐνέδειξε Θεοτόκον.
Αίνοι Ἦχος Βαρύς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος Βαρύς
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι' ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας, πρὸς ὃν βοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Στιχηρὰ Προσόμοια τῆς Αγίας
Ἦχος Ά. Τῶν οὐρανίων ταγμάτων…
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι.
Στιχ. Υπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου.
Ῥήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἑπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν, οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου, οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν.
Στιχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου.
Ἀσκήσει πρώην τὸ σῶμα, τήξασα Ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε.
Δόξα Πατρί… Ήχος Πλ. Δ´
Τά τής Μαρίας δάκρυα ου μάτην χείνται θερμώς, ιδού γάρ κατηξίωται, καί διδασκόντων Αγγέλων, καί τής όψεως τής σής ώ Ιησού, αλλ' έτι πρόσγεια φρονεί, οία γυνή ασθενής, διό καί αποπέμπεται μή προσψαύσαί σοι Χριστέ. Αλλ' όμως κήρυξ πέμπεται τοίς σοίς Μαθηταίς, οίς ευαγγέλια έφησε, τήν πρός τόν Πατρώον κλήρον άνοδον απαγγέλλουσα. Μεθ' ής αξίωσον καί ημάς, τής εμφανείας σου, Δέσποτα Κύριε.
Καὶ νῦν… Ἦχος Β´
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
Ἦχος Βαρύς
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀναστάσιμων Τροπάριον
Ἦχος Βαρύς
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Είς τήν Θείαν Λειτουργίαν
Ὁ Ἱερεύς: Ευλογημένη ἡ βασιλεία…
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ὁ Χορὸς: Ἀμήν.
Ἀντίφωνον Ά
Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ Ἱερεύς: Ὅτι σὸν τὸ κράτος…
Ὁ Χορὸς: Ἀμήν.
Ἀντίφωνον Β´
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ… Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις
Ὁ Ἱερεύς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
Ὁ Χορὸς: Ἀμήν.
Ἀντίφωνον Γ´
Στίχ. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος Βαρύς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Μικρὰ Εἴσοδος
Ὁ Διάκονος: Σοφία! Ὀρθοί!
Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν ψάλλοντάς σοί, Ἀλληλούϊα.
Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος Βαρύς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῆς Ἁγίας
Ἦχος Ά
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ναοῦ
Κοντάκιον Ἦχος Β´
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.
Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς: Κύριε ελέησον.
Ὁ Ἱερεύς: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…
Ὁ Χορὸς: Ἀμήν.
Τρισάγιον τοῦ Ἀποστόλου
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δύναμις
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀπόστολος
Προκείμενον. Ἦχος Δ´
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα. (3:23-29, 4:1-5)
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Ἀλληλούϊα… (γ´) Ἦχος Βαρύς
Στίχ. Άγαθόν τό έξομολογείσθαι τώ Κυριώ καί ψάλλειν τώ ονόματί σου, Ύψιστε.
Στίχ. Τού άναγγέλλειν τό πρωί τό έλεός σου καί τήν άληθειάν σού κατά νύκτα.
Ὁ Ἱερεύς: Σοφία Ορθοί… Ειρήνη Πάσι.
Ὁ Χορὸς: Καὶ τῷ Πνεύματί σου.
Ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον…
(ιδ ́ 14 - 22)
Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ὁ δὲ εἶπε· Φέρετέ μοι αὐτούς ὧδε. καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.
Ἐκτενής Δέησις
Ὁ Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…
Ὁ Χορὸς: Κύριε, ἐλέησον… (γ´)
Ὁ Ἱερεύς: Κύριε ὁ Θεὸς ἡμῶν… τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ὁ Χορὸς: Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς: Ὅπως ὑπὸ τοῦ κράτους…
Ὁ Χορὸς: Ἀμὴν.
Χερουβικὸς Ὕμνος
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ
τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον
προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν
ἀποθώμεθα μέριμναν…
…Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν, Ἀλληλούϊα.
Συναπτή τῶν Τιμίων Δώρων
Ὁ Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ὁ Χορὸς: Κύριε ἐλέησον.
Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.
Ὁ Χορὸς: Παράσχου, Κύριε.
Ὁ Διάκονος: Τῆς παναγίας, ἀχράντου…
Ὁ Χορὸς: Σοι, Κύριε.
Ὁ Ἱερεύς: Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…
Ὁ Χορὸς: Ἀμήν.
Ὁ Ἱερεύς: Εἰρήνη πᾶσι.
Ὁ Χορὸς: Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Ὁ Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Ὁ Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.
Τὸ Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν
τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς
γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.
Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν
ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν
οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος
Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου
Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς
Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ
καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι
ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ
ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον
καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν
Προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν
Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἀγία Ἀναφορά
Ὁ Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…
Ὁ Χορὸς: Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
Ὁ Ἱερεύς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…
Ὁ Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ Ἱερεύς: Ἄνω σχῶμεν τὰς καρδίας.
Ὁ Χορὸς: Ἔχομεν πρὸς τὸν Κύριον.
Ὁ Ἱερεύς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ὁ Χορὸς: Ἄξιον καὶ δίκαιον.
Ὁ Ἱερεύς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…
Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,
κεκραγότα, καὶ λέγοντα.
Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ὁ Ἱερεύς: Λάβετε, φάγετε· τοῦτό μού ἐστί τὸ σῶμα…
Ὁ Χορὸς: Ἀμήν.
Ὁ Ἱερεύς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστί τὸ αἷμα μού…
Ὁ Χορὸς: Ἀμήν.
Ὁ Ἱερεύς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.
Ὁ Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ
εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ
Θεὸς ἡμῶν.
Ὁ Ἱερεύς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὁ Ἱερεύς: Ἐν πρώτοις μνήσθητι, Κύριε…
Ὁ Χορὸς: Κύριε ἐλέησον.
Ὁ Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Ὁ Χορὸς: Καὶ πάντων καὶ πασῶν.
Ὁ Ἱερεύς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…
Ὁ Χορὸς: Ἀμήν.
Ὁ Ἱερεύς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…
Ὁ Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ Διάκονος: Πάντων τῶν ἁγίων…
Ὁ Χορὸς: Κύριε, ἐλέησον.
Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…
Ὁ Χορὸς: Παράσχου, Κύριε.
Ὁ Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…
Ὁ Χορὸς: Σοι, Κύριε.
Ὁ Ἱερεύς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…
Κυριακὴ Προσευχὴ
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω
τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ
ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον
δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν
τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς
ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ
τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Ὁ Χορὸς: Ἀμήν.
Ὁ Ἱερεύς: Εἰρήνη πᾶσι.
Ὁ Χορὸς: Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ Χορὸς: Σοι, Κύριε.
Ὁ Ἱερεύς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…
Ὁ Χορὸς: Ἀμήν.
Ὕψωσις καί Μελισμός
Ὁ Ἱερεύς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ…
Ὁ Διάκονος: Πρόσχωμεν!
Ὁ Ἱερεύς: Τὰ ἅγια τοῖς ἁγίοις.
Ὁ Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.
Ἀλληλούϊα.
Κοινωνία τῶν Πιστών
Ὁ Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν σού…
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν
Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ,
ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ
ἡμᾶς ἔσωσεν.
Ὁ Ἱερεύς: Πάντοτε νῦν καί ἀεὶ…
Ὁ Χορὸς: Ἀμήν.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Εὐχαριστία - Ἀπόλυσις
Ὁ Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…
Ὁ Χορὸς: Κύριε, ἐλέησον.
Ὁ Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ Χορὸς: Κύριε, ἐλέησον.
Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…
Ὁ Χορὸς: Σοι, Κύριε.
Ὁ Ἱερεύς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…
Ὁ Χορὸς: Ἀμήν.
Ὁ Ἱερεύς: Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.
Ὁ Ἱερεύς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…
Ὁ Χορὸς: Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου
εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
(γ´)
Ἀκολουθία τοῦ Μνημοσύνου
Ήχος Δ´
Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν
ψυχὴν τοῦ (τής/τών) δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.
Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Δόξα Πατρί…
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου, Σῶτερ, ἀνάπαυσον.
Καὶ νῦν…
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν
ἀσπόρως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου.
Ὁ Διάκονος : Ἐλέησον ἡμᾶς ὁ Θεός…
Ὁ Χορός: Κύριε ἐλέησον… (γ´)
Ὁ Διάκονος: Ὅπως Κύριος ὁ Θεὸς τάξῃ…
Ὁ Χορός: Παράσχου Κύριε.
Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορός: Κύριε ἐλέησον.
Ὁ Ἱερεύς: Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός…
Ὁ Χορός: Αμήν.
Ὁ Ἱερεύς: Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν.
Ὁ Χορός: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ (αὐτῆς/αυτών) ἡ μνήμη. (γ´)
Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς: Κύριε, ἐλέησον.
Ὁ Ἱερεύς: Εὐλογία Κυρίου καὶ ἔλεος…
Ὁ Χορὸς: Ἀμήν.
Ὁ Ἱερεύς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοί.
Ὁ Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Κύριε, ἐλέησον… (γ´) Πάτερ (Δέσποτα) ἅγιε, εὐλόγησον.
Ὁ Ἱερεύς: Ὁ ἀναστὰς ἐκ νεκρῶν…
Ὁ Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.
Ὁ Ἱερεύς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…
Ὁ Χορὸς: Ἀμήν.
Ἀπολυτίκιον τοῦ Ἀγίου Φανουρίου
Ἦχος Δ´. Ταχὺ προκατάλαβε…
Οὐράνιον ἐφύμνιον, ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα· ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν· ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε.
Geen opmerkingen:
Een reactie posten