dinsdag 4 augustus 2026

Ἀνάμνησις τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

 Ἀνάμνησις τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ


Όρθρος 


Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις


Ὁ Ἱερεύς: Ὅτι πρέπει σοι πᾶσα δόξα…


Ὁ Χορὸς:μήν. 


Ἦχος Βαρὺς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Ἀπολυτίκιον τῆς Ἐορτής 


Ἦχος Βαρὺς


  Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. (γ´)


Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις


Ὁ Ἱερεύς: Ὅτι σὸν τὸ κράτος…


Ὁ Χορὸς: μήν.


Καθίσματα τῆς Ἐορτής


Μετὰ τὴν Ά Στιχολογίαν


Ἦχος Δ´. Κατεπλάγη, Ἰωσὴφ…


Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.


Δόξα Πατρί… Καὶ νῦν…

  

Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

  

Μετὰ τὴν Β´ Στιχολογίαν


πὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης, Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.


Δόξα Πατρί… Καὶ νῦν…

   

πὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης, Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.


 Μετὰ τὸν Πολυέλεον


  Ἦχος Δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ…


ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.


Δόξα Πατρί… Καὶ νῦν…


ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωϋσῇ Ἠλίας σοι παρίστανται· Νόμος καὶ Προφῆται γὰρ ὡς Θεῷ λειτουργοῦσιν, ᾧ καὶ τὴν Υἱότητα τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, ὃν ἀνυμνοῦμεν σὺν σοὶ καὶ τῷ Πνεύματι.


Ἀναβαθμοί Ἦχος Δ´


Ἀντίφωνον Ά


  Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)


  Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)


  Δόξα Πατρί…


γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.


  Καὶ νῦν…


  γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.


  Προκείμενον 


Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. (δίς)


  Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ, τήν οἰκουμένην καί τό πλήρωμα αὐτῆς σύ ἐθεμελίωσας.


Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.


Η Τάξις τοῦ Ἐωθινού Εὐαγγελίου


Ὁ Διάκονος: Τού Κυρίου δεηθώμεν.


Ὁ Χορὸς: Κύριε ελέησον.


Ὁ Ἱερεύς: Ότι Άγιος εί, ο Θεός ημών…


Ὁ Χορὸς: μήν.


Ὁ Χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)


Ὁ Χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.


Ὁ Διάκονος: Καί υπέρ τού καταξιωθήναι…


Ὁ Χορὸς: Κύριε ελέησον… (γ´)


Ὁ Διάκονος: Σοφία· ὀρθοί… Εἰρήνη πᾶσι.


Ὁ Χορὸς: Καὶ τῷ Πνεύματί σου.


Ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν…

(θ ́ 28 - 36)


Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ’ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τὴν νεφέλην· καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.


Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.


Ψαλμὸς Ν´ (Χύμα)


λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.


τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.


Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.


δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.


δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.


αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.


κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.


πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.


Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.


Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.


πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.


Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.


ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.


Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.


τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.


Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.


γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.


Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.


Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Δόξα Πατρὶ… Ἦχος Β´


Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν…


Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ.λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Στιχηρὸν Ἰδιόμελον


Ἦχος Β´


φωτί σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.


Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…


Ὁ Χορὸς: Κύριε, ἐλέησον… (ιβ´)


Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς… 


Κανών τῆς Ἐορτής


ᾨδὴ Ά. Ἦχος Δ´. Ὁ Εἱρμὸς 


Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


ήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη· Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


σχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα· σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


Δεύτερος Κανών ᾨδὴ Ά


 Ἦχος Πλ. Δ´. Ὑγρὰν διοδεύσας…


Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ καὶ ἐν στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. (δίς)


Δόξα Πατρί… 


ς πέτρα τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ, τὸν ἀόρατον καθορῶν, Μωσῆς ὁ θεόπτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.


Καὶ νῦν…   


Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ, καθωράθης τῷ Μωϋσῆ, ἐν γνόφῳ τὸ πάλαι, ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς Θεότητος.


Κανών τῆς Ἐορτής


ᾨδὴ Γ´. Ἦχος Δ´. Ὁ Εἱρμὸς 

  

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.


λον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.


Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει Θαβὼρ ἀρρήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν.


Δεύτερος Κανών ᾨδὴ Γ´


 Ἦχος Πλ. Δ´. Οὐρανίας ἁψῖδος…


σκιάζουσα δόξα, ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῇ ὁμιλοῦσα, τῷ σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀρρήτως, ἐν Θαβώρ σου Δέσποτα Μεταμορφώσεως. (δίς)


Δόξα Πατρί… 


Συνανῆλθέ σοι Λόγε, μονογενὲς ὕψιστε, ἡ τῶν Ἀποστόλων ἀκρότης, ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν ὅ,τε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ θεράποντες, μόνε φιλάνθρωπε.


Καὶ νῦν…

   

Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτὸς γέγονας, ὅλη τῇ Θεότητι μίξας τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωϋσῆς Ἠλίας τε, εἶδον ἐν ὄρει Θαβώρ.


Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις


Ὁ Ἱερεύς: Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν…


Ὁ Χορὸς: μήν.


Κάθισμα τῆς Ἐορτής


Ἦχος Δ´. Κατεπλάγη Ἰωσὴφ…


πὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωϋσέως τῶν σοφῶν, σὺν Ἰακώβῳ καὶ Πέτρῳ καὶ Ἰωάννῃ, ὁ Πέτρος δὲ συνών, ταῦτά σοι ἔλεγε· Καλόν ὧδέ ἐστι, ποιῆσαι τρεῖς σκηνάς, μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, καὶ μίαν σοὶ τῷ Δεσπότῃ Χριστῷ, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.


Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις


Ὁ Ἱερεύς: Σὺ γὰρ εἶ ὁ Βασιλεύς…


Ὁ Χορὸς: μήν.


Κοντάκιον (Χύμα)


πὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.


Ὁ Οἶκος


γέρθητε οἱ νωθεῖς, μὴ πάντοτε χαμερπεῖς, οἱ συγκάμπτοντες εἰς γῆν τὴν ψυχήν μου λογισμοί, ἐπάρθητε καὶ ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως, προσδράμωμεν Πέτρῳ καὶ τοῖς Ζεβεδαίου, καὶ ἅμα ἐκείνοις τὸ Θαβώριον ὄρος προφθάσωμεν, ἵνα ἴδωμεν σὺν αὐτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, φωνῆς δὲ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν, καὶ ἐκήρυξαν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.


Συναξάριον   


Τ ΣΤ´ τοῦ αὐτοῦ μηνός, Ἀνάμνησις τῆς θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.


Στίχοι


Θαβὼρ ὑπὲρ πᾶν γῆς ἐδοξάσθη μέρος,


δὸν Θεοῦ λάμψασαν ἐν δόξῃ φύσιν


Μορφὴν ἀνδρουμένην κατὰ ἕκτην Χριστὸς ἀμεῖψε.


   

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.


Καταβαίαι τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ  


Ὠδὴ Ά. Ἦχος Πλ. Δ´ 


Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ' εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾂσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 


Ὠδὴ Γ´


άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,εἰς κράτος καὶ στερέωμα. 


Ὠδὴ Δ´


Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.


Ὠδὴ Έ


τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. 


Ὠδὴ ΣΤ´


 Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.


Ὠδὴ Ζ´


κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.  


Ὠδὴ Ή


Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 


Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.


Διάκονος: Tη Θεοτόκο και μητέρα του φωτός…


Τῆς Μεταμορφώσεως 


ᾨδὴ Θ´. Ἦχος Πλ. Δ´. Ὁ Εἱρμὸς


  Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.


Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν.


Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου. Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν.


Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.


Ἕτερος Κανὼν Ὁ Εἱρμὸς


 Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν Ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».


να σου δείξῃς ἐμφανῶς, τὴν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὑψιστος Θεός, ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀρρήτως ἔλαμψας· διὸ πάντες σε Χριστὲ μεγαλύνομεν.


Δόξα Πατρί…  


  Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ Ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῒ Θεότητα ἄϋλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν.


Καί νύν…   


θελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ εμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.


Καταβασία


Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.


Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις


Ὁ Ἱερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…


Ὁ Χορὸς:μήν.

  

 Εξαποστειλάριον τῆς Ἐορτής


Ἦχος Γ´. Αὐτόμελον 


Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν. (γ´)

  

Αίνοι Ἦχος Δ´


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Στιχηρὰ Προσόμοια τῆς Ἐορτής 


 Ἦχος Δ´. Ὁ ἐξ ὑψίστου κληθεὶς…


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.


Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος. 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.


Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος. 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ


πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόρρητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν σὲ Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος, Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει, Εὐεργέτα πολυέλεε.


Δόξα Πατρί… Καὶ νῦν… 


Ἦχος Πλ. Δ´


Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.

   

Δοξολογία Μεγάλη


Ἦχος Πλ. Δ´


Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.


Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.


Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.


Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.


τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.


Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.


Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)


Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.


Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.


τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.


Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.


γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. 


γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


Ἀπολυτίκιον τῆς Ἐορτής


Ἦχος Βαρὺς


  Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. 


Είς τήν Θείαν Λειτουργίαν


Ὁ Ἱερεύς: Ευλογημένη ἡ βασιλεία…


τι πρέπει σοι πᾶσα δόξα…


Χορὸς: μήν.


Ἀντίφωνον Ά


Στίχ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

   

Στίχ. τοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Στίχ. ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Στίχ. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Δόξα Πατρί… Καὶ νῦν…


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις


Ὁ Ἱερεύς: Ὅτι σὸν τὸ κράτος…


Ὁ Χορὸς:μήν.


Ἀντίφωνον Β´ 


Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.


Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.


Στίχ. γαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ.


Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…


Στίχ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.


Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…


Στίχ. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ.


Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ,ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς…


Δόξα Πατρὶ… Καὶ νῦν…


μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.


Συναπτὴ Μικρά καὶ ἡ Ἐκφώνησις


Ὁ Ἱερεύς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…


Ὁ Χορὸς: μήν.


Ἀντίφωνον Γ´ 


Στίχ. Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.


Ἀπολυτίκιον τῆς Ἐορτής


Ἦχος Βαρὺς


  Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Μικρὰ Εἴσοδος


Ὁ Διάκονος: Σοφία! Ὀρθοί!


Εἰσοδικὸν


Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.


Ἀπολυτίκιον τῆς Ἐορτής


Ἦχος Βαρὺς


  Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.


Κοντάκιον


Αὐτόμελον Ἦχος Βαρὺς


πὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.


Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορὸς: Κύριε ελέησον.


Ὁ Ἱερεύς: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…


Ὁ Χορὸς: μήν.


Τρισάγιον τοῦ Ἀποστόλου


γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.


 Δύναμις


γιος ὁ Θεός, γιος ἰσχυρός, γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.


Ἀπόστολος


Προκείμενον. Ἦχος Δ´


ς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.


Στίχ. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.


Καθολικῆς Β΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (1:10-19)


δελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. Δίκαιον δὲ ἡγοῦμαι, ἐφ' ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες, ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ' ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. Λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.

 

λληλούϊα… (γ´) Ἦχος Πλ. Δ´


Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστὶν ἡ γῆ.


Στίχ. Μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.

 

Ὁ Ἱερεύς: Σοφία Ορθοί… Ειρήνη Πάσι. 


Ὁ Χορὸς: Καὶ τῷ Πνεύματί σου.


Ὁ Ἱερεύς: Ἐκ τοῦ κατὰ Ματθαῖον…

(ιζ ́ 1 - 9)


Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.


Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.


Εκτενής Δέησις 


Ὁ Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…


Ὁ Χορὸς: Κύριε, ἐλέησον… (γ´)


Ὁ Ἱερεύς: Κύριε ὁ Θεὸς ἡμῶν… τὸ παρὰ σοῦ

πλούσιον ἔλεος.


Ὁ Χορὸς: Κύριε, ἐλέησον. 


Ὁ Ἱερεύς: Ὅπως ὑπὸ τοῦ κράτους…


Ὁ Χορὸς: μὴν.


Χερουβικὸς Ὕμνος


Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ

τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον

προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν

ἀποθώμεθα μέριμναν…


 …Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.


 Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν, Ἀλληλούϊα.


Συναπτή τῶν Τιμίων Δώρων


Ὁ Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


Ὁ Χορὸς: Κύριε ἐλέησον.


Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.


Ὁ Χορὸς: Παράσχου, Κύριε.


Ὁ Διάκονος: Τῆς παναγίας, ἀχράντου…


Ὁ Χορὸς: Σοι, Κύριε.


Ὁ Ἱερεύς: Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…


Ὁ Χορὸς: μήν.


Ὁ Ἱερεύς: Εἰρήνη πᾶσι.


Ὁ Χορὸς: Καὶ τῷ πνεύματί σου.


Ὁ Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.


Ὁ Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.


Ὁ Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.


Τὸ Σύμβολον τῆς Πίστεως


Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.


Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν

τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς

γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.


 Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.


Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν

ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν

οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος

Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ

ἐνανθρωπήσαντα.


Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου

Πιλάτου καὶ παθόντα καὶ ταφέντα.


Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς

Γραφάς.


Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ

καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.


Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι

ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ

ἔσται τέλος.


Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ

ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,

τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον

καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν

Προφητῶν.


Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν

Ἐκκλησίαν.


μολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.


Προσδοκῶ ἀνάστασιν νεκρῶν.


Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Ἀγία Ἀναφορά 


Ὁ Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…


Ὁ Χορὸς: λεον εἰρήνης, θυσίαν αἰνέσεως.


Ὁ Ἱερεύς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…


Ὁ Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σου.


Ὁ Ἱερεύς: Ἄνω σχῶμεν τὰς καρδίας.


Ὁ Χορὸς: χομεν πρὸς τὸν Κύριον.


Ὁ Ἱερεύς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.


Ὁ Χορὸς: ξιον καὶ δίκαιον.


Ὁ Ἱερεύς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…


 Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,

κεκραγότα, καὶ λέγοντα.


γιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.


Ὁ Ἱερεύς: Λάβετε, φάγετε· τοῦτό μού ἐστί τὸ σῶμα…


Ὁ Χορὸς: μήν.


Ὁ Ἱερεύς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστί τὸ αἷμα μού…


Ὁ Χορὸς: μήν.


Ὁ Ἱερεύς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.


Ὁ Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ

εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ

Θεὸς ἡμῶν.


Ὁ Ἱερεύς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…


Ἦχος Πλ. Δ´


Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.


Ὁ Ἱερεύς: Ἐν πρώτοις μνήσθητι, Κύριε…


Ὁ Χορὸς: Κύριε ἐλέησον.


Ὁ Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.


Ὁ Χορὸς: Καὶ πάντων καὶ πασῶν.


Ὁ Ἱερεύς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…


Ὁ Χορὸς:μήν.


Ὁ Ἱερεύς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…


Ὁ Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σου.


Ὁ Διάκονος: Πάντων τῶν ἁγίων…


Ὁ Χορὸς: Κύριε, ἐλέησον.


Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


Ὁ Χορὸς: Παράσχου, Κύριε.


Ὁ Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…


Ὁ Χορὸς: Σοι, Κύριε.


Ὁ Ἱερεύς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…


Κυριακὴ Προσευχὴ


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω

τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·

γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ

ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον

δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ

ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν

τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς

ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ

τοῦ πονηροῦ.


Ὁ Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…


Ὁ Χορὸς: μήν.


Ὁ Ἱερεύς: Εἰρήνη πᾶσι.


 Ὁ Χορὸς: Καὶ τῷ πνεύματί σου.


Ὁ Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


Ὁ Χορὸς: Σοι, Κύριε.


Ὁ Ἱερεύς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…


Ὁ Χορὸς: μήν.


Ὕψωσις καί Μελισμός


Ὁ Ἱερεύς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ… 


Ὁ Διάκονος: Πρόσχωμεν!


Ὁ Ἱερεύς: Τὰ ἅγια τοῖς ἁγίοις.


Ὁ Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Κοινωνικὸν


ν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.


Κοινωνία τών Πιστών 


Ὁ Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.


Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν σού…


Απολυτίκιον τῆς Εορτής  


Ἦχος Βαρὺς


Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.


Ὁ Ἱερεύς: Πάντοτε νῦν καί ἀεὶ…


Ὁ Χορὸς: μήν.


Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.


Εὐχαριστία - Ἀπόλυσις 


Ὁ Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…


Ὁ Χορὸς: Κύριε, ἐλέησον.


Ὁ Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


Ὁ Χορὸς: Κύριε, ἐλέησον.


Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


Ὁ Χορὸς: Σοι, Κύριε.


Ὁ Ἱερεύς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…


Ὁ Χορὸς: μήν.


Ὁ Ἱερεύς: Ἐν εἰρήνῃ προέλθωμεν.


Ὁ Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.


Ὁ Ἱερεύς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…


Ὁ Χορὸς: μήν. Εἴη τὸ ὄνομα Κυρίου

εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

(γ´)


Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορὸς: Κύριε, ἐλέησον.


Ὁ Ἱερεύς: Εὐλογία Κυρίου καὶ ἔλεος… 


Ὁ Χορὸς: μήν.


Ὁ Ἱερεύς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοί.


Ὁ Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Κύριε, ἐλέησον… (γ´) Πάτερ  (Δέσποτα) ἅγιε, εὐλόγησον.


Ὁ Ἱερεὺς: Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ μεταμορφωθείς…


Ὁ Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.


Ὁ Ἱερεύς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…


Ὁ Χορὸς: μήν.

Geen opmerkingen:

Een reactie posten