maandag 5 januari 2026

Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

 Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ






Όρθρος


Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι πρέπει σοί πᾶσα δόξα…


ό Χορὸς: μήν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Ἀπολυτίκιον Ἦχος α΄


  Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. (γ´)


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος… 


ό Χορὸς: μήν.


Καθίσματα  


Μετὰ τὴν ά Στιχολογίαν


Ἦχος γ΄. Τὴν ὡραιότητα…


  πιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.


Δόξα Πατρί… Καὶ νῦν…


πιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.


Μετὰ τὴν β´ Στιχολογίαν


Ἦχος δ᾽. Κατεπλάγη Ἰωσὴφ…


  ορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.


Δόξα Πατρί… Καὶ νῦν…


ορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

   

Μετὰ τὸν Πολυέλεον


 Ἦχος δ΄. Ταχὺ προκατάλαβε…


  Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.


Δόξα Πατρί… Καὶ νῦν…


Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.


Ἀναβαθμοί 


Ἀντίφωνον Ά


  Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)


  Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)


  Δόξα Πατρί…


  γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.


  Καὶ νῦν…


  γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.


  Προκείμενον 


θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. (δίς)


Στίχ. Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καί σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τά ὀπίσω;


θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.


Τάξις Ευαγγελίου τού Όρθρου


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ἐλέησον. 


ό Ίερεύς: τι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν…


ό Χορὸς:μήν.


ό Χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)


ό Χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.


ό Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…


ό Χορὸς: Κύριε, ἐλέησον (γ´)


ό Διάκονος: Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.


ό Ίερεύς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.


ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Μᾶρκον…

(α ́ 9 - 11)


ό Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.


Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ

Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.  καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ' αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


 Ν´ Ψαλμὸς Χύμα


λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.


τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.


Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.


δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.


δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.


αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.


κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.


πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.


Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.


Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.


πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.


Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.


ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.


Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.


τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.


Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.


γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.


Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.


Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Δόξα Πατρὶ… Ἦχος β´


Τὰ σύμπαντα σήμερον ἀγαλλιάσθω· Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ.


Καὶ νῦν…


Τὰ σύμπαντα σήμερον ἀγαλλιάσθω· Χριστὸς ἐφάνη ἐν Ἰορδάνῃ.


Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἰδιόμελον Ἦχος πλ. β΄


  Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων· ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγεν πρὸς αὐτὸν ὁ Πρόδρομος· Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ᾽ οἶδά σε Θεὸν προαιώνιον, ἐπὶ γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα· Ἀκατάληπτε Κύριε, δόξα σοι.


ό Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…


ό Χορός: Κύριε ελέησον (ιβ´)


ό Ἱερεὺς: Ἐλέει καὶ οἰκτιρμοῖς…


Κανὼν τής Εορτής 

   

ᾨδὴ α᾽. Ἦχος β᾽. Ὁ Εἱρμὸς


 Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.


δὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.


Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξασται.


Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.


Ἕτερος Κανὼν Ἰαμβικός   


 ᾨδὴ α᾽ Ἦχος β᾽ Ὁ Εἱρμὸς


  Στείβει θαλάσσης, κυματούμενον σάλον,


   Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.


  Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,


   Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,


  Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου. (δίς)


Δόξα Πατρί…

   

ρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,


  Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου


  Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,


  Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,


  Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.


Καί νύν…   


  ναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,


  Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ ,


  Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,


   Ὄπα κρατίστην· Οὗτος ἠγαπημένος,


   Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.



ᾨδὴ γ᾽. Ἦχος β᾽. Ὁ Εἱρμὸς


σχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε. (δίς)


Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.


Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.


Ἰαμβικὸς. Ἦχος β᾽. Ὁ Εἱρμὸς


  Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,


  Βορῶν λεόντων, συντεθλασμένων μύλας,


  Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,


  Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,


   ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων. (δίς)


Δόξα Πατρί…  


  Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,


  Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,


  Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ·


   Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,


  Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.


Καί νύν…   


   λκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,


  Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις.


  Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,


  Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.


   Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.



Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σεί εί ό Θεός ημών…


ό Χορὸς: μήν.


Ὑπακοὴ (Χύμα)


τε τῇ Ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἁλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ ὁ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς, ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείαις τῆς Θεοτόκου, καὶ ἐλέησον ἡμᾶς.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Σύ γάρ εί ό Βασιλέυς…


ό Χορὸς: μήν.


Κοντάκιον


  Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.


Ὁ Οἶκος


Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός· τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα· μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τάς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.


Συναξάριον  


Τ ΣΤ᾽ τοῦ αὐτοῦ μηνός, τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.


Στίχοι


Τοὺς οὐρανοὺς Βάπτισμα τοῦ Χριστοῦ σχίσαν,


Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδὸν εἰσάγει.


Βάπτισεν ἐν ποταμῷ Χριστὸν Πρόδρομος κατὰ ἕκτην.


   

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Καταβασίες τῶν Θεοφανείων


 Ὠδὴ ά. Ἦχος β´


Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος· ὅτι δεδόξασται.


Ιαμβικαί


Στείβει θαλάσσης, κυματούμενον σάλον,


Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον.


Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,


Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,


Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου. 


Ὠδὴ γ´


σχὺν ὁ διδούς, τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας Χριστῶν Αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν Σοῦ Κύριε.


Ιαμβικαί


σοι παλαιῶν, ἐκλελύμεθα βρόχων,


Βορῶν λεόντων, συντεθλασμένων μύλας,


Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,


Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,


ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων. 


Ὠδὴ δ´


κήκοε Κύριε, φωνῆς Σου ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας, πολλῶν ἐπὶ ὑδάτων, τῷ Σῷ μαρτυρούμενος Υἱῷ· ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦσοφία καὶ δύναμις.


Ιαμβικαί


Πυρσῷ καθαρθείς, μυστικῆς θεωρίας,


Ὑμνῶν προφήτης, τὴν βροτῶν καινουργίαν,


Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,


Σάρκωσιν ἐμφαίνουσαν, ἀρρήτου Λόγου,


ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη. 


Ὠδὴ ε´


ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται, ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.


Ιαμβικαί


χθροῦ ζοφώδους, καὶ βεβορβορωμένου,


Ἰὸν καθάρσει, Πνεύματος λελουμένοι,


Νέαν προσωρμίσθημεν, ἀπλανῆ τρίβον,


Ἄγουσαν ἀπρόσιτον, εἰς θυμηδίαν,


Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη. 


Ὠδὴ ς´


φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ·Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.


Ιαμβικαί


μερτὸν ἐξέφηνε, σὺν πανολβίῳ,


Ἤχῳ Πατήρ, ὅν γαστρὸς ἐξηρεύξατο.


Ναὶ φησὶν οὗτος, συμφυὴς γόνος πέλων,


Φώταυγος ἐξώρουσεν, ἀνθρώπων γένους,


Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ. 


Ὠδὴ ζ´


Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.


Ιαμβικαί


φλεξε ῥείθρῳ, τῶν δρακόντων τὰς κάρας, 


Ὁ τῆς καμίνου, τὴν μετάρσιον φλόγα,


Νέους φέρουσαν, εὐσεβεῖς κατευνάσας· 


Τὴν δυσκάθεκτον, ἀχλὺν ἐξ ἁμαρτίας,


Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.


Ὠδὴ η´


Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.


Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον· ὅτι ῥείθροις ἔμελλεν, ἄυλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην· ὃν εὐλογοῦσι λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.


Ιαμβικαί


λευθέρα μέν, ἡ κτίσις γνωρίζεται·

 

Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.


Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.


Νῦν εὐλογείτω, συντόνως τὸν αἴτιον,


Ἡ πρὶν τάλαινα, τῶν ἐθνῶν παγκληρία. 



ό Ἱερεὺς: Tη Θεοτόκο και μητέρα του φωτός…


Μεγαλυνάρια


  Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος β'


  Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. 


πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

 

Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.


Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.


Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.


Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.


Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα.


Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.


Ἕτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα


Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τῇ τοῦ Προδρόμου.


Ἰαμβικὸς Ὁ Εἱρμὸς


 Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!


  Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·


  Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,


  Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,


  Δῶρον φέροντες ὕμνον εὐχαριστίας.



  Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις, Ἰορδάνου.



τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!


  Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη·


  Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας,


  Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,


  Δῶρον φέροντες ὕμνον εὐχαριστίας.


Δόξα Πατρί…


  Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.



δμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα,


  Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα.


   Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος,


  Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην,


  Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα.


  Καὶ νῦν...


  Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.



Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν,


  Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία,


  Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους,


  Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην,


  Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.


Ὠδὴ θ´


Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.


πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν Σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· Σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν.


Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.


Ιαμβικαί


τῶν ὑπὲρ νοῦν, τοῦ τόκου Σου θαυμάτων,


Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη!


Δι’ ἧς τυχόντες, παντελοῦς σωτηρίας,


Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ,


Δῶρον φέροντες, ὕμνον εὐχαριστίας. 


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι…


ό Χορὸς: μήν.


Εξαποστειλάριον


πεσκέψατο ἡμᾶς…


πεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον. (γ´)


Αίνοι


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Στιχηρὰ Ἰδιόμελα. Ἦχος α' 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.


Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.


Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ


Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.


Στιχ. νάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.


Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται· ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον· διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα· διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται· θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.


Στιχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.


περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια· καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν· καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν· Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.


Δόξα Πατρί… Ἦχος πλ. β' 


Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον· καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.


  Καὶ νῦν… Ἦχος β' 


Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.


Δοξολογία Μεγάλη


μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.


Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.


Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.


Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.


τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.


Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.


Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)


Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.


Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.


τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.


Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.


γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος

Ἀθάνατος, ἐλέησον ἡμᾶς


Μέγας Αγιασμός 


Μετὰ δὲ τὴν ὀπισθάμβωνον Εὐχήν, ἐξερχόμεθα ἐν τῇ Κολυμβήθρᾳ, προπορευομένου τοῦ Ἱερέως μετὰ λαμπάδων καὶ τοῦ θυμιατοῦ, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Ἰδιόμελα.


Ἦχος πλ. δ΄


  Σωφρονίου Πατριάρχου Ἱεροσολύμων


  Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ.


Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον.


ς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.


  Δόξα Πατρί… Καὶ νῦν… 


ὁ αὐτὸς


  Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.


Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 35, 1-10)


  Τάδε λέγει Κύριος· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἑξανθήσει, καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιασεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ· Ἰσχύσατε καὶ μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις ποιμνίων καὶ καλάμη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται, οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς, καὶ οὐ μὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ μὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ· ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ Κυρίου. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς «εἰς Σιὼν μετ᾽ εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.


Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 55, 1-13)


  Τάδε λέγει Κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ, ἵνα τὶ τιμᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ μόχθος ὑμῶν οὐκ εἰς πλησμονήν; Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθεῖτε ταῖς ὁδοῖς μου, εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν Διαθήκην αἰώνιον, τὰ ὅσια Δαυῒδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν Ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν Ἔθνεσιν. Ἰδοὺ Ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σε καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τάς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τάς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, «καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τάς ἁμαρτίας ὑμῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδ᾽ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ὡς γὰρ ἂν καταβῇ ὑετός, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρὸς με κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τάς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἑξαλοῦνται, προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντί, δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη, καὶ ἔσται Κυρίῳ εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.


  Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 12, 3-6)


Τάδε λέγει Κύριος· Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς Ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. Ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν, ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.


Προκείμενον Ἦχος γ΄


  Κύριος φωτισμός μου καὶ Σωτήρ μου.


  Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.


Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου

(Κεφ. 10, 1-4)


δελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ὅτι οἱ Πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον. Καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.


λληλούϊα  (γ´) Ἦχος δ᾽


  Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.


  Στίχ. Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων.


Εὐαγγέλιον κατὰ Μᾶρκον…


Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ᾽αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ Υἰός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.


  Καὶ εὐθὺς ὁ Διάκονος Τὰ Εἰρηνικά. Ἐν ὅσῳ δὲ λέγονται ταῦτα ὑπὸ τοῦ Διακόνου, ὁ Ἱερεὺς λέγει μυστικῶς τὴν ἑξῆς Εὐχήν· Κύριε Ἰησοῦ Χριστέ, κλπ.


   ν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.


ό χορός: Κύριε ελέησον. 


πὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.


ό χορός: Κύριε ελέησον. 


Ο ἱερεὺς τὴν Εὐχὴν μυστικῶς


Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς…


ό χορός: Αμήν.

   

Καὶ εἰπὼν καθ᾽ ἑαυτὸν τό, Ἀμήν, τοῦ Διακόνου ἤδη πεπληρωκότος τὴν Συναπτήν, ἄρχεται ὁ ἱερεὺς μεγαλοφώνως τῆς Εὐχῆς ταύτης.


Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων


  Τριὰς ὑπερούσιε, ὑπεράγαθε…


Μετὰ δὲ τὴν συμπλήρωσιν, λέγει γεγονωτέρᾳ φωνῇ.


Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ… 


ό χορός: Δόξα σοί, Κύριε, δόξα σοί.


Εἰρήνη πᾶσι. Τάς κεφαλὰς ἡμῶν….


 Καὶ ἡ Εὐχὴ μυστικῶς


  Κλῖνον, Κύριε, τὸ οὖς σου…


  Ἐκφώνησις


  Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς…   


  Καὶ εὐθύς, εὐλογῶν τὰ ὕδατα σταυροειδῶς, βαπτίζει τὸν τίμιον Σταυρόν, ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ψάλλων καὶ τὸ παρὸν:


Τροπάριον Ἦχος α΄ 


  ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. (γ´)


Και ραντίζει πάντα τον Λαόν εκ του ύδατος ψάλλοντας το Κοντάκιον 


πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.   


ή ωδὴ 


Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.


Ἀπολυτίκιον Ἦχος α΄


  Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.


Είς τήν Θείαν Λειτουργίαν 


ό Ἱερεὺς: Ευλογημένη ἡ βασιλεία…


τι πρέπει σοι πᾶσα δόξα…


ό Χορὸς: μήν.

᾽Αντίφωνον Ά

Στίχ. ν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,Ἰσραὴλ ἐξουσία αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ. θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Τί σοι ἔστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. πὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ιακὼβ

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος…


ό Χορὸς: μήν.

Ἀντίφωνον Β´

Στίχ. γάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχ. τι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

Στίχ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

Στίχ.λεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

Δόξα Πατρί… Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ἱερεὺς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…


ό Χορὸς: μήν.

Ἀντίφωνον Γ´

Στίχ. ξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Στίχ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…

Στίχ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…

Εἰσοδικὸν


ό Διάκονος: Σοφία! Ὀρθοί!

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

  Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος ά

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Κοντάκιον Ἦχος δ´

πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ελέησον. 


ό Διάκονος: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…


ό Χορὸς: μήν.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. (γ´)

Δόξα Πατρί… Καί νύν…

Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.


Δύναμις

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. 

᾽Απόστολος

Προκείμενον. Ἦχος δ´

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτικληρονόμοι γενώμεθα κατ᾽ ἐλπίδα ζωῆςαἰωνίου.

λληλούϊα… (γ´) Ἦχος ά

νέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.


ό Ἱερεὺς: Σοφία Ορθοί…Ειρήνη Πάσι 

ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.

ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον…


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ ᾽Ιησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν ᾽Ιορδάνην πρὸς τὸν ᾽Ιωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ὁ δὲ ᾽Ιωάννης διεκώλυεν αὐτὸν λέγων, ᾽Εγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;ἀποκριθεὶς δὲ ὁ ᾽Ιησοῦς εἶπεν πρὸς αὐτόν· ῎Αφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. καὶ βαπτισθεὶς ὁ ᾽Ιησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν·καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧεὐδόκησα.


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


Εκτενής δέησις 


ό Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)


ό Ἱερεὺς: Ὅπως ὑπὸ τοῦ κράτους…


ό Χορὸς: μὴν.


Ὁ Χερουβικὸς ὕμνος


Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ

τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον

προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν

ἀποθώμεθα μέριμναν…


 …Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.


 Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν, Ἀλληλούϊα.


Συναπτή τών τιμίων δώρων


ό Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.


ό Χορὸς: Παράσχου, Κύριε.


Εὐχὴ τῆς προσκομιδῆς


ό Ἱερεὺς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ…


Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…


 ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.


ό Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.


ό Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.


Τὸ Σύμβολον τῆς Πίστεως


Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.


Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν

τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς

γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.


 Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.


Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν

ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν

οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος

Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ

ἐνανθρωπήσαντα.


Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου

Πιλάτου καὶ παθόντα καὶ ταφέντα.


Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς

Γραφάς.


Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ

καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.


Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι

ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ

ἔσται τέλος.


Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ

ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,

τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον

καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν

Προφητῶν.


Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν

Ἐκκλησίαν.


μολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.


Προσδοκῶ ἀνάστασιν νεκρῶν.


Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Η Αγία αναφορά 


ό Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…


ό Χορὸς: λεον εἰρήνης, θυσίαν αἰνέσεως.


ό Ἱερεὺς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Ἱερεὺς: Ἄνω σχῶμεν τὰς καρδίας.


ό Χορὸς: χομεν πρὸς τὸν Κύριον.


ό Ἱερεὺς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.


ό Χορὸς: ξιον καὶ δίκαιον.


ό Ἱερεὺς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…


Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,

κεκραγότα, καὶ λέγοντα.


γιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.


ό Ἱερεὺς: Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμα μου…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.


ό Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ

εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ

Θεὸς ἡμῶν.


ό Ἱερεὺς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…


Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.


πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.


ό Ἱερεὺς: Ἐν πρώτοις μνήσθητι, Κύριε…


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.


ό Χορὸς: Καὶ πάντων καὶ πασῶν.


ό Ἱερεὺς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…


ό Χορὸς:μήν.


ό Ἱερεὺς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Διάκονος: Πάντων τῶν ἁγίων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Παράσχου, Κύριε.


ό Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…


Ἡ Κυριακὴ Προσευχὴ


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω

τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·

γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ

ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον

δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ

ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν

τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς

ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ

τοῦ πονηροῦ.


ό Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…


ό Χορὸς: μήν.


Ύψωσις καί μελισμός


ό Ἱερεὺς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ… 


ό Διάκονος: Πρόσχωμεν!


ό Ἱερεὺς: Τὰ ἅγια τοῖς ἁγίοις.


ό Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Κοινωνικὸν

πεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, Ἀλληλούϊα.


Κοινωνία τών πιστών 


ό Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.


ό Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

᾽Αντί τοῦ· «Εἴδομεν τό φῶς…

Ἀπολυτίκιον. Ἦχος α’.

ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.


ό Ἱερεὺς: Πάντοτε νῦν καί ἀεὶ…


ό Χορὸς: μήν.


Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.


Ευχαριστία - Απολύσις 


ό Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον

ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…


ό Χορὸς: μήν.


ό Ἱερεὺς:Ἐν εἰρήνῃ προέλθωμεν.


ό Χορὸς: Κύριε, ἐλέησον .


ό Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…


ό Χορὸς: μήν. Εἴη τὸ ὄνομα Κυρίου

εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

(γ´)


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον.


 ό Ἱερεὺς: Εὐλογία Κυρίου καὶ ἔλεος… 


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοι.


ό Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Ἀμήν. Κύριε, ἐλέησον… (γ´) Πάτερ  (Δέσποτα) ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ ἐν Ἰορδάνῃ ὑπό Ἰωάννου βαπτισθῆναι…


Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης… 


ό Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.


ό Ἱερεὺς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…


ό Χορὸς: μήν.

Geen opmerkingen:

Een reactie posten