dinsdag 30 december 2025

Ἡ κατὰ σάρκα Περιτομὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου

Ἡ κατὰ σάρκα Περιτομὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου





Όρθρος


Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι πρέπει σοί πᾶσα δόξα…


ό Χορὸς: μήν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος α'


  Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Δόξα Πατρί…


  Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Καί νύν… 


Ἦχος α'. Ἕτερον τῆς Ἑορτῆς


Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος… 


ό Χορὸς: μήν.


Καθίσματα  


Μετὰ τὴν ά Στιχολογίαν


Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον…


ς βασίλειον κόσμον τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Βασίλειον πάντες ἀνευφημήσωμεν, τῶν δογμάτων θησαυρὸν τὸν ἀνέκλειπτον· διὰ τούτων γὰρ αὐτός, ἐξεπαίδευσεν ἡμᾶς, Τριάδα σέβειν ἁγίαν, ἡνωμένην μὲν τῇ οὐσίᾳ, διαιρετὴν δὲ ταῖς ὑποστάσεσι.


    Δόξα Πατρί…


 Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ…


    Βασίλειε σοφέ, παρεστὼς τῇ Τριάδι, ἱκέτευε λαβεῖν, ἐν ἡμέρᾳ τῆς δίκης, ἡμᾶς τοὺς ὑμνοῦντας σε, καὶ τιμῶντας τὴν μνήμην σου, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως στόματι, δοξάζωμεν καὶ καρδίᾳ, τὸν μόνον φιλάνθρωπον.


    Καὶ νῦν… Τῆς Ἑορτῆς


πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κόσμου, ὁ ὢν σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι ἄνω, ὡς βρέφος περιτέμνεται, ἐπὶ γῆς ὀκταήμερος. Ὄντως θεῖά τε, καὶ θαυμαστὰ σου τὰ ἔργα! σὺ γὰρ Δεσπότα, ὑπὲρ ἡμῶν περιτέμνῃ, ὡς ὤν Νόμου πλήρωμα.


Μετὰ τὴν β´ Στιχολογίαν


Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον…


Τῆς ἀρρήτου σοφίας θεοπρεπῶς, ἑξαντλήσας τὸν πλοῦτον τὸν μυστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν τάς καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων τὰ δόγματα, ἀξίως βυθίζοντα. Ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


 Δόξα Πατρί…


Τῆς ἀρρήτου σοφίας θεοπρεπῶς, ἑξαντλήσας τὸν πλοῦτον τὸν μυστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν τάς καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων τὰ δόγματα, ἀξίως βυθίζοντα. Ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

     

Καὶ νῦν… Τῆς Ἑορτῆς


 Ἦχος δ'


ς ὑπάρχων ἄβυσσος, φιλανθρωπίας,ἐνεδύσω Δεσπότα, μορφὴν τοῦ δούλου, καὶ σαρκί, περιετμήθης δωρούμενος, ἀνθρώποις πᾶσι, τὸ μέγα σου ἔλεος.


Μετὰ τὸν Πολυέλεον, τοῦ Ἁγίου


    Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον…


 Τῇ δυνάμει τῶν λόγων τῶν θεϊκῶν, καθελὼν τάς αἱρέσεις τάς ζοφεράς, πάντα τὰ φρυάγματα, τοῦ Ἀρείου ἐβύθισας· τοῖς γὰρ βροτοῖς τὸ Πνεῦμα, Θεὸν ἀνεκήρυξας, καὶ τῶν χειρῶν ἐκτάσει, ἐχθροὺς ἐθανάτωσας, πᾶσαν ἐκδιώξας, Σαβελλίου λατρείαν, καὶ πάντα φρονήματα, Νεστορίου κατήργησας. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


  Δόξα Πατρί…


  τῶν λόγων σου χάρις τῶν θεϊκῶν, καὶ δογμάτων τὸ ὕψος τὸ μυστικόν, θείας ἡμῖν γέγονεν, ἀναβάσεως κλῖμαξ· πνευματικὴν γὰρ Πάτερ, κτησάμενος σάλπιγγα, ἐν αὐτῇ ἐκήρυξας, τὰ θεῖα διδάγματα. Ὅθεν καὶ εἰς τόπον, κατεσκήνωσας χλόης, μισθοὺς τῶν ἀγώνων σου, κομισάμενος Ὅσιε. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


    Καὶ νῦν… Θεοτοκίον


τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σε καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κακώσεως, τοῦ δεινοῦ κοσμοκράτορος· διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον τόκον σου.


Ἀναβαθμοί 


Ἀντίφωνον Ά


  Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)


  Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)


  Δόξα Πατρί…


  γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.


  Καὶ νῦν…


  γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.


  Προκείμενον 


Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. (δίς)


    Στίχ.κούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.


Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.


Τάξις Ευαγγελίου τού Όρθρου


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ἐλέησον. 


ό Ίερεύς: τι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν…


ό Χορὸς:μήν.


ό Χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)


ό Χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.


ό Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…


ό Χορὸς: Κύριε, ἐλέησον (γ´)


ό Διάκονος: Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.


ό Ίερεύς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.


ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην…

(ι ́ 1 - 9)


ό Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.


Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους·  ̓Αμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής·ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ ̓ ὄνομα καὶ ἐξάγει αὐτά. Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ·ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ ̓ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ  ̓Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ  ̓Ιησοῦς,  ̓Αμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ ̓ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι ̓ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


 Ν´ Ψαλμὸς Χύμα


λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.


τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.


Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.


δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.


δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.


αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.


κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.


πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.


Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.


Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.


πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.


Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.


ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.


Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.


τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.


Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.


γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.


Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.


Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Δόξα Πατρὶ… Ἦχος β´


Ταῖς του Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν…


Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἰδιόμελον, Ἦχος πλ. β'


 Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμὴν τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.


ό Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…


ό Χορός: Κύριε ελέησον (ιβ´)


ό Ἱερεὺς: Ἐλέει καὶ οἰκτιρμοῖς…


Κανὼν τῆς Ἑορτῆς


 ᾨδὴ α'. Ἦχος β'. Ὁ Εἱρμὸς


 Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. (δίς)


Στιχ. Δόξα σοί, ό Θεός ημών, δόξα σοί.


Ὀγδόας, φέρουσα τύπον τοῦ μέλλοντος, τῇ σῇ Χριστὲ λαμπρύνεται, καὶ ἁγιάζεται, ἑκουσίῳ πτωχείᾳ· ἐν ταύτῃ γὰρ νομίμως, περιετμήθης σαρκί.


Στιχ. Δόξα σοί, ό Θεός ημών, δόξα σοί.

     

Περιτομήν, δέχεται τῇ ὀγδοάδι Χριστός, τῆς ἑαυτοῦ γεννήσεως· καὶ ταύτης σήμερον, τὴν σκιὰν καταστέλλει, τὸ φῶς ἑξανατέλλων, τῆς νέας χάριτος.


 Τοῦ ἁγίου, ὁ αὐτὸς


Στιχ. Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.


 Σοῦ τὴν φωνήν, ἔδει παρεῖναι Βασίλειε, τοῖς ἐγχειρεῖν ἐθέλουσι, τοῖς ἐγκωμίοις σου, ἀλλὰ Πάτερ συγγνώμων, γενόμενος τὴν χάριν, νέμοις ἀφθόνως ἡμῖν.


Στιχ. Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.     


Τὸ ἐμπαθές, σκίρτημα τῆς τυραννούσης σαρκός, φιλοσοφίας ἔρωτι, ἐπαιδαγώγησας· διὸ ἐν ἀκηράτοις, αὐλίζῃ βασιλείοις, Πάτερ Βασίλειε.


Δόξα Πατρί…


Σὺ γεγονώς, μύστης ἀρρήτων Βασίλειε, τό του Χριστοῦ βασίλειον, ἐμυσταγώγησας, Ἱεράτευμα Πάτερ, σαφῶς τὸ τῆς Τριάδος, φῶς ἀπαστράψας ἡμῖν.


   Καί νύν… Θεοτοκίον


 Τὶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν; Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.


ᾨδὴ γ'. Ἦχος β'. Ὁ Εἱρμὸς


Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. (δίς)


  Στιχ. Δόξα σοί, ό Θεός ημών, δόξα σοί.

   

λόγος σαρκωθεὶς ὁ ὑπερούσιος, εἰς λῆξιν τοῦ Νόμου περιετμήθη, ἀπαρχὰς δὲ θείας χάριτος, καὶ ζωῆς ἀκηράτου ἡμῖν δέδωκε.


Στιχ. Δόξα σοί, ό Θεός ημών, δόξα σοί.     


Τοῦ Νόμου πληρωτὴς ὡς οὐκ ἀντίθεος, ὑπάρχων Χριστὸς σεσαρκωμένος, ἀνεδείχθη καὶ ἠξίωσεν, ἑκών περιτμηθῆναι ὀκταήμερος.


 Τοῦ Ἁγίου, ὁ αὐτὸς


Στιχ. Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.


Παιδείας γεγονὼς ἁπάσης ἔμπλεως, οὐ μόνον τῆς κάτω καὶ πατουμένης πολλῷ μᾶλλον δὲ τῆς κρείττονος ἀνεδείχθης τῷ κόσμῳ φῶς Βασίλειε.


Στιχ. Άγιε τού Θεού, πρέσβευε υπέρ ημών.

     

Τῷ φόβῳ τοῦ Κυρίου στοιχειούμενος· ἀρχὴ γὰρ σοφίας, οὗτος ὑπάρχει, τῇ φιλίᾳ τῆς ἀμείνονος, ἐπτερώθης σοφίας ὦ Βασίλειε.


Δόξα Πατρί…    


 Συνέδραμε Χριστοῦ καὶ συνεξέλαμψεν, ἡ μνήμη σου Πάτερ τοῖς γενεθλίοις, ὧν τὸ ἄφραστον μυστήριον, ταῖς σαῖς διδασκαλίαις ἐφανέρωσας.


   Καί νύν… Θεοτοκίον


  Ἀσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν Ἁγνή, οὐρανῶν αἱ Δυνάμεις Ἀειπάρθενε.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σεί εί ό Θεός ημών…


ό Χορὸς: μήν.


Κάθισμα τού Αγίου 


 Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ λόγον…


  ξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας· τῶν γὰρ Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεοφάντορ Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.


    Δόξα Πατρί…


 Ἦχος γ'. Θείας πίστεως…


    Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ ὕδασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐνσπείρας τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγὴ ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο ὄντως Βασίλειε, ὃν ἱκέτευε, ὡς παρρησίαν κεκτημένος θεόπνευστε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


    Καὶ νῦν… Παρθένος σήμερον…


     τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ του Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Σύ γάρ εί ό Βασιλέυς…


ό Χορὸς: μήν.


Κοντάκιον τού Αγίου 


 Ὤφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, Οὐρανοφάντορ Βασίλειε Ὅσιε.


    Ὁ Οἶκος


    Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόμα τῆς σοφίας, καὶ βάσις τῶν δογμάτων, Βασίλειος ὁ μέγας, πᾶσιν ἀστράπτει νοερῶς. Δεῦτε οὖν, καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, θερμῶς ἐνατενίζοντες, τοῖς θαύμασι τοῖς τούτου τερπόμενοι, καὶ ὥσπερ λαμπηδόνι ἀστραφθέντες τῷ φωτὶ αὐτῶν, θαλφθῶμεν τῷ τοῦ βίου καθαρτικῷ πνεύματι, μιμούμενοι αὐτοῦ τὴν πίστιν, τὴν ζέσιν, τὴν ταπείνωσιν, δι' ὧν οἶκος ἐδείχθη τοῦ ὄντως Θεοῦ· πρὸς ὃν βοῶντες ὑμνοῦμεν, οὐρανοφάντορ Βασίλειε Ὅσιε.


Συναξάριον  


Τ Α' τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.


Στίχοι


 Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος.


  Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις.


     

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου.


 Στίχοι


 Ζῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ.


Ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων,


 ανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ.


     

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος ξίφει τελειούται.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ Πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειούται.     


 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,ὁ Θεὸς ἐλέησον ἡμᾶς.


Καταβασίες τῶν Θεοφανείων


 Ὠδὴ ά. Ἦχος β´


Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος· ὅτι δεδόξασται.


Ιαμβικαί


Στείβει θαλάσσης, κυματούμενον σάλον,


Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον.


Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,


Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,


Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου. 


Ὠδὴ γ´


σχὺν ὁ διδούς, τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας Χριστῶν Αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν Σοῦ Κύριε.


Ιαμβικαί


σοι παλαιῶν, ἐκλελύμεθα βρόχων,


Βορῶν λεόντων, συντεθλασμένων μύλας,


Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,


Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,


ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων. 


Ὠδὴ δ´


κήκοε Κύριε, φωνῆς Σου ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας, πολλῶν ἐπὶ ὑδάτων, τῷ Σῷ μαρτυρούμενος Υἱῷ· ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦσοφία καὶ δύναμις.


Ιαμβικαί


Πυρσῷ καθαρθείς, μυστικῆς θεωρίας,


Ὑμνῶν προφήτης, τὴν βροτῶν καινουργίαν,


Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,


Σάρκωσιν ἐμφαίνουσαν, ἀρρήτου Λόγου,


ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη. 


Ὠδὴ ε´


ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται, ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.


Ιαμβικαί


χθροῦ ζοφώδους, καὶ βεβορβορωμένου,


Ἰὸν καθάρσει, Πνεύματος λελουμένοι,


Νέαν προσωρμίσθημεν, ἀπλανῆ τρίβον,


Ἄγουσαν ἀπρόσιτον, εἰς θυμηδίαν,


Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη. 


Ὠδὴ ς´


φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ·Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.


Ιαμβικαί


μερτὸν ἐξέφηνε, σὺν πανολβίῳ,


Ἤχῳ Πατήρ, ὅν γαστρὸς ἐξηρεύξατο.


Ναὶ φησὶν οὗτος, συμφυὴς γόνος πέλων,


Φώταυγος ἐξώρουσεν, ἀνθρώπων γένους,


Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ. 


Ὠδὴ ζ´


Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.


Ιαμβικαί


φλεξε ῥείθρῳ, τῶν δρακόντων τὰς κάρας, 


Ὁ τῆς καμίνου, τὴν μετάρσιον φλόγα,


Νέους φέρουσαν, εὐσεβεῖς κατευνάσας· 


Τὴν δυσκάθεκτον, ἀχλὺν ἐξ ἁμαρτίας,


Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.


Ὠδὴ η´


Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.


Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον· ὅτι ῥείθροις ἔμελλεν, ἄυλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην· ὃν εὐλογοῦσι λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.


Ιαμβικαί


λευθέρα μέν, ἡ κτίσις γνωρίζεται·

 

Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.


Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.


Νῦν εὐλογείτω, συντόνως τὸν αἴτιον,


Ἡ πρὶν τάλαινα, τῶν ἐθνῶν παγκληρία. 


ό Ἱερεὺς: Tη Θεοτόκο και μητέρα του φωτός…


Μεγαλυνάρια


    Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ


Ἦχος β'


    Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.


τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν.


    Μεγάλυνον ψυχή μου, τὸν κατὰ τὸν Νόμον, σαρκὶ περιτμηθέντα.


τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν.


    Μεγάλυνον ψυχή μου, τὸν ἐν τῇ ὀγδόῃ, περιτομὴν λαβόντα.


περβὰς τοὺς ὅρους Χριστός, τῆς ἀνθρωπίνης ὅλης, φύσεως, ὑπερφυῶς ἐκ Παρθένου ἀποτίκτεται, καὶ τὸ γράμμα τὸ νομικόν, καθὼς διακελεύεται, τὴν σάρκα περιτέμνεται, καὶ πληρωτὴς τοῦ Νόμου δείκνυται.


    Σήμερον ὁ Δεσπότης, τέμνεται τὴν σάρκα, ὡς βρέφος πληρῶν τὸν Νόμον.


Δεῦτε τοῦ Δεσπότου τὰ ἔνδοξα, Χριστοῦ ὀνομαστήρια, ἐν ἁγιότητι πανηγυρίσωμεν· Ἰησοῦς γὰρ θεοπρεπῶς, ἀνηγόρευται σήμερον, σὺν τούτοις καὶ τὴν μνήμην δέ, τοῦ Ἱεράρχου μεγαλύνωμεν.


Ἕτερα εἰς τὸν Κανόνα τοῦ Ἁγίου


    Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις, Βασίλειον τὸν Μέγαν.


Τοῦ Ἀρχιποίμενος ὡς πρόβατον, πιστὸν Χριστοῦ Βασίλειε, τοῖς ζωηφόροις ἴχνεσιν ἐπηκολούθησας· τῷ τυράννῳ γὰρ τὴν σαυτοῦ ψυχὴν Πάτερ προδέδωκας, προκινδυνεύων ἄριστα, τῆς Ἐκκλησίας παμμακάριστε.


    Μεγάλυνον ψυχή μου, τὸν ἐκ Καισαρείας, Βασίλειον τὸν Μέγαν.


Τὸ τῆς Ἐκκλησίας πανίερον, Χριστοῦ κατιδὼν σύστημα, ὑπὸ τῆς σῆς κοσμούμενον Ἱεραρχίας σοφέ, ὁ πανώλης ἐμβροντηθείς, καταπέπτωκε τύραννος· τὴν γὰρ ἐν σοὶ τοῦ Πνεύματος, αἴγλην οὐκ ἤνεγκε Βασίλειε.


Δόξα Πατρί…


    Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.


Τῆς τῶν Ἀποστόλων καθέδρας, τῆς χορείας τε τῶν Ἀθλοφόρων, Χριστοῦ Πατριαρχῶν σκηνῆς, καὶ τῶν Δικαίων τρυφῆς, τῆς χορείας τε τῶν Προφητῶν, ἠξιώθης Βασίλειε· τῆς Θεοτόκου μύστης γάρ, καὶ τῆς Τριάδος λάτρις γέγονας.


    Καὶ νῦν… Θεοτοκίον


    Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.


τὰ ὑπερῷα ἐν ὕδασι, στεγάζων μόνος Κύριος, ἀναχαιτίζων θάλασσαν, ἀβύσσους τε ὁ ξηραίνων, ἐκ σοῦ Ἁγνὴ τὴν σάρκα προσλαβόμενος, ἐκ Βηθλεὲμ ἐπείγεται, πρὸς Ἰορδάνην βαπτισθῆναι σαρκί.


Ὠδὴ θ´


Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.


πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν Σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· Σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, Σὲ μεγαλύνομεν.


Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.


Ιαμβικαί


τῶν ὑπὲρ νοῦν, τοῦ τόκου Σου θαυμάτων,


Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη!


Δι’ ἧς τυχόντες, παντελοῦς σωτηρίας,


Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ,


Δῶρον φέροντες, ὕμνον εὐχαριστίας. 


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι…


ό Χορὸς: μήν.


Εξαποστειλάριον


ν Πνεύματι τῷ Ἱερῷ…


 Φιλοσοφίας ἔρωτι, περιέτεμες Πάτερ, τὸ τῆς ψυχῆς σου κάλυμμα, καὶ τῷ κόσμῳ ἐδείχθης, ὡς ἥλιος τοῖς θαύμασι, καὶ πιστῶν κατηύγασας, τὰς διανοίας θέοφρον, τῆς Τριάδος ὁ λάτρις, ὦ Βασίλειε σοφέ, καὶ μύστης τῆς Θεοτόκου.


Τῆς Ἑορτῆς


Τὴν σάρκα περιτέμνεται, ὁ τὸν Νόμον πληρώσας, ὡς βρέφος ὀκταήμερον, τῶν αἰώνων ὁ Κτίστης, καὶ σπάργανα εἱλίσσεται, ὡς βροτὸς καὶ γάλακτι ἐκτρέφεται ὁ τὰ πάντα, τῇ ἀπείρῳ ἰσχύϊ, ὡς Θεὸς διακρατῶν, καὶ τῇ ῥοπῇ διεξάγων.


Αίνοι


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Στιχηρὰ Προσόμοια.


    Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν…


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.


Φέρει Περιτομὴν ἐν σαρκί, ὁ ἐκ Πατρὸς ἄνευ τομῆς τε καὶ ῥεύσεως, ἀφράστως τεχθεὶς ὡς Λόγος, καὶ ὡς Θεὸς ἐκ Θεοῦ, ἐν ἀτρέπτῳ μένων τῇ Θεότητι· διὸ κατὰ Νόμον, ὁ ὑπὲρ Νόμον γενόμενος, κατάρας Νόμου, ἐκλυτροῦται τοὺς ἅπαντας, καὶ τὴν ἄνωθεν, εὐλογίαν δεδώρηται. Ὅθεν τὴν ὑπεράγαθον, αὐτοῦ συγκατάβασιν, ἀνευφημοῦντες ὑμνοῦμεν, καὶ εὐχαρίστως δοξάζομεν, αὐτὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.


Θέσει υἱὸς Θεοῦ γεγονώς, ἀναγεννήσει τῇ του θείου Βαπτίσματος, τὸν φύσει καὶ ἀληθείᾳ, καὶ πρὸ αἰώνων Υἱόν, τοῦ Θεοῦ καὶ Λόγον ὁμοούσιον, Πατρὶ καὶ συνάναρχον, ὡμολόγησας Ὅσιε, αἱρετικῶν δέ, τὰ ἀπύλωτα στόματα, τῇ λαμπρότητι, τῶν σῶν λόγων ἐνέφραξας. Ὅθεν καὶ τὰ Βασίλεια, τὰ ἄνω κατῴκησας, συμβασιλεύων τῷ μόνῳ, καὶ φυσικῶς βασιλεύοντι, Χριστῷ τῷ πλουσίως, διανέμοντι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ


νδον ἐπουρανίου Ναοῦ, ὡς Ἱεράρχης Ἱερὸς προσεχώρησας, τὴν πρᾶξιν καὶ θεωρίαν, τάς τῆς σοφίας ἀρχάς, ὡς στολὴν ἁγίαν περικείμενος, καὶ νῦν εἰς τὸ ἄνω, θυσιαστήριον Ὅσιε, ἱερατεύων, καὶ Θεῷ παριστάμενος, καὶ τὴν ἄϋλον, λειτουργίαν τελούμενος· μέμνησο συμπαθέστατε, παμμάκαρ Βασίλειε, τῶν ἐκτελούντων τὴν μνήμην, τὴν Ἱερὰν σου καὶ πάντιμον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


λος ἱερωμένος Θεῶ, καὶ ὁλοτρόπως ἐκ παιδὸς ἀνακείμενος, σοφίας τῆς ὑπερσόφου, καταυγασθεὶς ταῖς αὐγαῖς, τὴν τῶν ὄντων γνῶσιν διετράνωσας, λαμπρῶς ἐξηγούμενος, καὶ σοφῶς διηγούμενος, τὴν ἐν τοῖς οὖσιν, εὐταξίαν ποιούμενος, ἐπιγνώσεως, θειοτέρας ὑπόθεσιν. Ὅθεν σε θεορρήμονα, καὶ θεῖον Διδάσκαλον, καὶ φωτοφόρον Φωστῆρα, τῆς Ἐκκλησίας κηρύττομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.


Δόξα Πατρί… Ἦχος πλ. β'


 Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.


    Καὶ νῦν… Τῆς Ἑορτῆς


Ἦχος πλ. δ'


Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.


Δοξολογία Μεγάλη


Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.


Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.


Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.


Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.


τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.


Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.


Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)


Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.


Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.


τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.


Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.


γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος

Ἀθάνατος, ἐλέησον ἡμᾶς


Ἦχος α'. Ἕτερον τῆς Ἑορτῆς


Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.


Είς τήν Θείαν Λειτουργίαν 


ό Ἱερεὺς: Ευλογημένη ἡ βασιλεία…


τι πρέπει σοι πᾶσα δόξα…


ό Χορὸς: μήν.

᾽Αντίφωνον Ά

Στίχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Στίχ.παγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρί… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος…


ό Χορὸς: μήν.

 Ἀντίφωνον Β´

Στίχ. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα. 

Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…

Στίχ. κ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…

Στίχ. Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…

Δόξα Πατρί… Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ἱερεὺς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…


ό Χορὸς: μήν.

Ἀντίφωνον Γ´

Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.

Ἀπολυτίκιον Ἦχος ά

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

Στιχ. ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην…

Στίχ. γάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν · διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην…

Εἰσοδικὸν


ό Διάκονος: Σοφία! Ὀρθοί!

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ σαρκὶ περιτμηθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Ἀπολυτίκιον Ἦχος ά

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

 Ἀπολυτίκιον τοῦ Ἁγίου 

Ἦχος ά

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 

Ἀπολυτίκιον του Ναοῦ 


Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον 

Παρθένος σήμερον… 

τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ του Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ελέησον.


ό Διάκονος: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…


ό Χορὸς: μήν.

Τρισάγιον Ἀποστόλου


γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.


 Δύναμις


γιος ὁ Θεός, γιος ἰσχυρός, γιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

᾽Απόστολος

Προκείμενον Ἦχος ά

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ.κούσατε ταῦτα πάντα τὰ ἔθνη.

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.   

δελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.

λληλούϊα… (γ´) Ἦχος πλ. δ΄

ποιμαίνων  τὸν Ἰσραὴλ πρόσχες.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν.


ό Ἱερεὺς: Σοφία Ορθοί… Ειρήνη Πάσι. 

ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.

ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν…


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.

Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς ᾽Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ᾽Ιησοῦς ὁ παῖς ἐν ᾽Ιερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς,καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς ᾽Ιερουσαλὴμ ἀναζητοῦντες αὐτόν. Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;καὶ αὐτοὶ οὐ ᾔ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Ἡ δὲ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ᾽Ιησοῦς προέκοπτεν σοφίᾳ καὶἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


Εκτενής δέησις 


ό Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)


ό Ἱερεὺς: Ὅπως ὑπὸ τοῦ κράτους…


ό Χορὸς: μὴν.


Ὁ Χερουβικὸς ὕμνος


Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ

τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον

προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν

ἀποθώμεθα μέριμναν…


 …Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.


 Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν, Ἀλληλούϊα.


Συναπτή τών τιμίων δώρων


ό Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.


ό Χορὸς: Παράσχου, Κύριε.


Εὐχὴ τῆς προσκομιδῆς


ό Ἱερεὺς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ…


Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…


 ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.


ό Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.


ό Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.


Τὸ Σύμβολον τῆς Πίστεως


Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.


Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν

τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς

γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.


 Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.


Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν

ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν

οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος

Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ

ἐνανθρωπήσαντα.


Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου

Πιλάτου καὶ παθόντα καὶ ταφέντα.


Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς

Γραφάς.


Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ

καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.


Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι

ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ

ἔσται τέλος.


Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ

ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,

τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον

καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν

Προφητῶν.


Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν

Ἐκκλησίαν.


μολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.


Προσδοκῶ ἀνάστασιν νεκρῶν.


Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Η Αγία αναφορά 


ό Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…


ό Χορὸς: λεον εἰρήνης, θυσίαν αἰνέσεως.


ό Ἱερεὺς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Ἱερεὺς: Ἄνω σχῶμεν τὰς καρδίας.


ό Χορὸς: χομεν πρὸς τὸν Κύριον.


ό Ἱερεὺς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.


ό Χορὸς: ξιον καὶ δίκαιον.


ό Ἱερεὺς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…


Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,

κεκραγότα, καὶ λέγοντα.


γιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.


ό Ἱερεὺς: Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμα μου…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.


ό Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ

εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ

Θεὸς ἡμῶν.


ό Ἱερεὺς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…

πὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.


ό Ἱερεὺς: Ἐν πρώτοις μνήσθητι, Κύριε…


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.


ό Χορὸς: Καὶ πάντων καὶ πασῶν.


ό Ἱερεὺς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…


ό Χορὸς:μήν.


ό Ἱερεὺς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Διάκονος: Πάντων τῶν ἁγίων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Παράσχου, Κύριε.


ό Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…


Ἡ Κυριακὴ Προσευχὴ


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω

τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·

γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ

ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον

δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ

ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν

τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς

ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ

τοῦ πονηροῦ.


ό Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…


ό Χορὸς: μήν.


Ύψωσις καί μελισμός


ό Ἱερεὺς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ… 


ό Διάκονος: Πρόσχωμεν!


ό Ἱερεὺς: Τὰ ἅγια τοῖς ἁγίοις.


ό Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Κοινωνικὸν


Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν,

Ἀλληλούϊα.


Κοινωνία τών πιστών 


ό Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.


ό Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

᾽Αντί τοῦ· Εἴδομεν τό φῶς…

Ἀπολυτίκιον Ἦχος α’

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.


ό Ἱερεὺς: Πάντοτε νῦν καί ἀεὶ…


ό Χορὸς: μήν.


Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.


Ευχαριστία - Απολύσις 


ό Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον

ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…


ό Χορὸς: μήν.


ό Ἱερεὺς:Ἐν εἰρήνῃ προέλθωμεν.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…


ό Χορὸς: μήν. Εἴη τὸ ὄνομα Κυρίου

εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

(γ´)


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον.


 ό Ἱερεὺς: Εὐλογία Κυρίου καὶ ἔλεος… 


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοι.


ό Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Ἀμήν. Κύριε, ἐλέησον… (γ´) Πάτερ  (Δέσποτα) ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκί περιτμηθῆναι…


Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης… 


ό Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.


ό Ἱερεὺς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…


ό Χορὸς: μήν.

Geen opmerkingen:

Een reactie posten