Σάββατο του Λαζάρου
Όρθρος
Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι πρέπει σοί πᾶσα δόξα…
ό Χορὸς: Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Απολυτίκιον τού Λαζάρου
Ἦχος ά
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. (γ´)
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος…
ό Χορὸς: Ἀμήν.
Κάθισμα τού Λαζάρου
Ἦχος ά. Τοῦ λίθου σφραγισθέντος…
Κατοικτείρας τῆς Μάρθας, καὶ Μαρίας τὰ δάκρυα, ἐκκυλίσαι τὸν λίθον, ἐκ τοῦ τάφου προσέταξας, Χριστὲ ὁ Θεός· ἀνέστησας φωνήσας τὸν νεκρόν, τὴν τοῦ Κόσμου ζωοδότα, δι' αὐτοῦ πιστούμενος Ἀνάστασιν. Δόξα τῇ δυναστείᾳ σου Σωτήρ, δόξα τῇ ἐξουσίᾳ σου, δόξα τῷ διὰ λόγου πάντα συστησαμένῳ.
Δόξα Πατρί… Καί νύν…
Κατοικτείρας τῆς Μάρθας, καὶ Μαρίας τὰ δάκρυα, ἐκκυλίσαι τὸν λίθον, ἐκ τοῦ τάφου προσέταξας, Χριστὲ ὁ Θεός· ἀνέστησας φωνήσας τὸν νεκρόν, τὴν τοῦ Κόσμου ζωοδότα, δι' αὐτοῦ πιστούμενος Ἀνάστασιν. Δόξα τῇ δυναστείᾳ σου Σωτήρ, δόξα τῇ ἐξουσίᾳ σου, δόξα τῷ διὰ λόγου πάντα συστησαμένῳ.
Τὰ Ἀναστάσιμα Εὐλογητάρια
Ἦχος πλ. ά
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε ́ θρήνου ὁ καιρὸς πέπαυται ο καιρός, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου Σῶτερ, ἐνηχοῦντο Ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρί… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (γ´)
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι ηὐλόγηταί σου…
ό Χορὸς: Ἀμήν.
Κάθισμα τού Λαζάρου
Ἦχος πλ. ά . Τὸν συνάναρχον Λόγον…
Ἡ πηγὴ τῆς σοφίας, καὶ τῆς προγνώσεως, τοὺς περὶ Μάρθαν ἠρώτας, ἐν Βηθανίᾳ παρών, Ποῦ τεθήκατε, βοῶν, φίλον τὸν Λάζαρον, ὃν δακρύσας συμπαθῶς, τετραήμερον νεκρόν, ἀνέστησας τῇ φωνῇ σου, Φιλάνθρωπε καὶ Οἰκτίρμον, ὡς ζωοδότης καὶ Κύριος.
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἡ πηγὴ τῆς σοφίας, καὶ τῆς προγνώσεως, τοὺς περὶ Μάρθαν ἠρώτας, ἐν Βηθανίᾳ παρών, Ποῦ τεθήκατε, βοῶν, φίλον τὸν Λάζαρον, ὃν δακρύσας συμπαθῶς, τετραήμερον νεκρόν, ἀνέστησας τῇ φωνῇ σου, Φιλάνθρωπε καὶ Οἰκτίρμον, ὡς ζωοδότης καὶ Κύριος.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ν´ Ψαλμὸς (Χύμα)
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τού Λαζάρου
ᾨδὴ ά. Ἦχος πλ. δ´. Ὁ Εἱρμὸς
ᾌσωμεν τῷ Κυρίῳ τῷ διαγαγόντι τὸν λαόν αὐτοῦ, ἐν ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Λάζαρον τεθνεῶτα, νεύματι τῷ θείῳ ἐξανέστησας, πλαστουργὸς ὡς ὑπάρχων, καὶ ζωῆς ταμιοῦχος Φιλάνθρωπε.
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Πᾶσι τῆς ὑπερθέου, γνώρισμα Θεότητος, ὑπέδειξας, ἐκ τῶν νεκρῶν ἐγείρας, τετραήμερον Λάζαρον Δέσποτα.
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Σήμερον Βηθανία, προανακηρύττει τὴν Ἀνάστασιν, Χριστοῦ τοῦ ζωοδότου, τῇ ἐγέρσει Λαζάρου χορεύουσα.
Ἕτερος Κανὼν τού Λαζάρου
ᾨδὴ ά
Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας…
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Ὁ πρὶν ἐκ μὴ ὄντων παραγαγών, τὴν σύμπασαν Κτίσιν, καὶ γινώσκων τῶν καρδιῶν, ταμεῖα προλέγεις ὡς Δεσπότης, τοῖς Μαθηταῖς τοῦ Λαζάρου τὴν κοίμησιν.
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Τὸν ἄνθρωπον φύσει οὐσιωθείς, Χριστὲ ἐκ Παρθένου, τοῦ Λαζάρου σὺ τὴν ταφήν, μαθεῖν ἐπηρώτας ὡς ἄνθρωπος, οὐκ ἀγνοῶν ὡς Θεὸς ὅπου ἔκειτο.
Δόξα Πατρί…
Πιστούμενος Λόγε τὴν σεαυτοῦ, Ἀνάστασιν ὄντως, ὡς, ἐξ ὕπνου τὸν προσφιλῆ, ἀνέστησας ἤδη ὀδωδότα, τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνήματος.
Καί νύν… Θεοτοκίον
Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.
Κανὼν τού Λαζάρου
ᾨδὴ γ´. Ἦχος πλ. δ´. Ὁ Εἱρμὸς
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Δύο προβαλλόμενος, τὰς ἐνεργείας σου ἔδειξας, τῶν οὐσιῶν, Σῶτερ τὴν διπλόην· Θεὸς γὰρ εἶ καὶ ἄνθρωπος.
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Τόπους ἀμειβόμενος, ὡς γεγονὼς βροτὸς πέφηνας, περιγραπτός, ὁ πληρῶν τὰ πάντα, ὡς Θεὸς ἀπερίγραπτος.
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Λάζαρον ἐξήγειρας, τῷ θεϊκῷ Χριστὲ ῥήματι, κᾀμὲ πολλοῖς, πταίσμασι θανέντα, ἐξανάστησον δέομαι.
Ἕτερος Κανὼν τού Λαζάρου
ᾨδὴ γ´
Ἦχος πλ. δ´. Οὐρανίας ἁψῖδος…
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Ἐπιστὰς σὺ τῷ τάφῳ, θαυματουργὲ Κύριε, ἐν τῇ Βηθανίᾳ, Λαζάρου, τοῦτον ἐδάκρυσας, νόμῳ τῆς φύσεως, πιστοποιῶν σου τὴν σάρκα, Ἰησοῦ ὁ Θεός μου, ἥν περ προσείληφας.
Στιχ. Δόξα σοί, ο Θεός ημών, δόξα σοί.
Τῆς Μαρίας τὸ πένθος, σὺ παρευθὺς ἔπαυσας, Σῶτερ, καὶ τῆς Μάρθας, δεικνύων τὸ αὐτεξούσιον· σὺ γὰρ ἀνάστασις, καὶ σὺ ζωὴ ὥσπερ ἔφης· ἀληθείᾳ πέλεις γάρ, καὶ πάντων Κύριος.
Δόξα Πατρί…
Εἰλημμένον κειρίαις, τὸν προσφιλῆ Κύριε, ᾍδου ἐκ νεκάδων, καὶ ζόφου τοῦτον ἀφήρπασας, σὺ ἐν τῷ λόγῳ σου, τῷ πανσθενεῖ τοῦ θανάτου, διαρρήξας κλεῖθρά τε, καὶ τὰ βασίλεια.
Καί νύν… Θεοτοκίον
Ἐνοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε φιλάνθρωπε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι σεί εί ό Θεός ημών…
ό Χορὸς: Ἀμήν.
Μεσώδια Καθίσματα τού Λαζάρου
Ἦχος δ´. Κατεπλάγη Ἰωσὴφ…
Συμπαρέστησαν Χριστῷ, αἱ τοῦ Λαζάρου ἀδελφαί, καὶ δακρύουσαι πικρῶς, καὶ ὁλολύζουσαι αὐτῷ, ἔφησαν, Κύριε, τέθνηκε Λάζαρος· αὐτὸς δὲ ὡς Θεός, οὐκ ἀγνοῶν τὴν ταφήν, ἠρώτα πρὸς αὐτάς. Ποῦ τεθήκατε; καὶ προσελθὼν τῷ τάφῳ προσεφώνει, τὸν τετραήμερον Λάζαρον· ὁ δὲ ἀνέστη, καὶ προσεκύνει, τὸν αὐτὸν ἀναστήσαντα.
Δόξα Πατρί… Καί νύν…
Ἕτερον κάθισμα
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον…
Προγινώσκων τὰ πάντα ὡς ποιητής, ἐν Βηθανίᾳ προεῖπας τοῖς Μαθηταῖς, ὁ φίλος ἡμῶν Λάζαρος, κεκοίμηται σήμερον, καὶ εἰδὼς ἠρώτας, φησί, ποῦ τεθήκατε; καὶ τῷ Πατρὶ προσηύξω, δακρύσας ὡς ἄνθρωπος· ὅθεν καὶ φωνήσας, ὃν ἐφίλεις ἐξ ᾍδου, ἀνέστησας Κύριε, τετραήμερον Λάζαρον. Διὰ τοῦτο βοῶμέν σοι· Πρόσδεξαι Χριστὲ ὁ Θεός, τῶν τολμώντων προσφέρειν τὴν αἴνεσιν, καὶ καταξίωσον πάντας τῆς δόξης σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Σύ γάρ εί ό Βασιλέυς…
ό Χορὸς: Ἀμήν.
Κοντάκιον τού Λαζάρου
(Χύμα)
Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.
Ὁ Οἶκος
Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων· Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται, τούτοις προλέγων καὶ ἐκδιδάσκων, ὅτι πάντα γινώσκεις ὡς Κτίστης πάντων· ἄγωμεν οὖν πορευθῶμεν, καὶ ἴδωμεν ξένην ταφήν, καὶ θρῆνον τὸν τῆς Μαρίας, καὶ τὸν τάφον Λαζάρου ὀψώμεθα· ἐκεῖ γὰρ μέλλω θαυματουργεῖν, ἐκτελῶν τοῦ Σταυροῦ τὰ προοίμια, καὶ πᾶσι παρέχων θείαν ἄφεσιν.
Συναξάριον
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ ἐν τῷ Μαλαιῷ.
Στίχοι
Ψυχὴν ὁ Γεώργιος ἀσμένως δίδως,
Ψυχῶν γεωργῷ καὶ φυτουργῷ σαρκίων.
Τῇ δὲ τετάρτῃ ἀπῆρε Γεώργιος εἰς πόλον εὐρύν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδούλου καὶ Ἀγαθόποδος.
Στίχοι
Πρῶτος θάλασσαν εἰσιὼν Ἀγαθόπους,
Ἔργοις ὑπῆρχε Χριστόπους Θεοδούλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φερβούθας καὶ τῆς παιδίσκης αὐτῆς καὶ τῆς συνοδίας αὐτῆς.
Στίχοι
Ἁπλῆν με πλάττεις, Χριστὲ διπλὲ τὴν φύσιν,
Ἔχεις δὲ πρισθεῖσάν με διπλῆν Φερβούθαν.
Δούλας ἀληθεῖς Δεσπότου Θεοῦ δύο,
Δούλην τε καὶ Δέσποιναν ἔπρισε πρίων.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποπλίου.
Στίχοι
Ἐν οὐρανοῖς, Πόπλιε, μισθὸς σοι μέγας,
Πρὸς οὓς ἀπαίρων χαῖρε καὶ κρότει μέγα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Πλάτωνος, Ἡγουμένου Μονῆς τοῦ Στουδίου.
Στίχοι
Πλάτων ἀρίστην εὖ μετεπλάσθη πλάσιν,
Χριστῷ πλάσαντι συγκραθεὶς πλάσιν ξένην.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ τρεῖς Ὅσιοι, Θεωνᾶς, Συμεών, καὶ Φερβῖνος, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Ψυχὰς δέχου τρεῖς οὐ κεκηλιδωμένας,
Ψυχῶν ἀκηλίδωτε τῶν θείων τόπε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσιμᾶ, τοῦ κηδεύσαντος τὴν Ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν.
Στίχοι
Ζῶσαν προπέμψας Ζωσιμᾶς τὴν Μαρίαν,
Θανοῦσαν εὗρεν· ἀλλὰ νῦν ζῶσιν ἅμα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Θεωνᾶς, ὁ ἐν τῇ μονῇ τοῦ Παντοκράτορος ἀσκήσας, ὕστερον δ' ἐπίσκοπος Θεσσαλονίκης γενόμενος, ἐν εἰρήνῃ τελειοῦται.
Υπόμνημα τού Τριωδίου
Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου.
Στίχοι
Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας.
Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.
Ταῖς τοῦ σοῦ φίλου Λαζάρου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.
Καταβασίες Σάββατο τού Λαζάρου
ᾠδὴ ά. Ἦχος πλ. δ´
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα. Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ᾠδὴ γ´
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
ᾠδὴ δ´
Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος, διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
ᾠδὴ ε´
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
ᾠδὴ ς´
Ἱλάσθητί μοι Σωτὴρ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
ᾠδὴ ζ´
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
ᾠδὴ η´
Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ό Ίερεύς: Tη Θεοτόκο και μητέρα του φωτός…
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
ᾨδὴ θ´. Ἦχος πλ. δ´. Ὁ Εἱρμὸς
Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ θεῖον πῦρ ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.
Οἱ λαοὶ ἰδόντες βαδίζοντα, νεκρὸν τεταρταῖον, ἐκπλαγέντες τῷ θαύματι, ἀνεβόων τῷ Λυτρωτῇ, Θεόν σε ἐν ὕμνοις μεγαλύνομεν.
Προπιστῶν τὴν ἔνδοξον Ἔγερσιν, τὴν σὴν ὦ Σωτήρ μου, νεκρὸν τετραήμερον, ἐκ τοῦ ᾍδου ἐλευθεροῖς, τὸν Λάζαρον, ἐν ὕμνοις μεγαλύνω σε.
Ἄλλος. Κυρίως Θεοτόκον
Τιμῶν σου τὸν Πατέρα, καὶ ἀποδεικνύων, ὡς οὐκ ἀντίθεος ἦσθα, προσεύχῃ Χριστέ, αὐτεξουσίως ἐγείρας τὸν τετραήμερον.
Ἐκ τάφου τεταρταῖον, Λάζαρον ἐγείρας, τῆς τριημέρου Χριστέ μου Ἐγέρσεως, παναληθέστατον πᾶσι, δεικνύεις μάρτυρα.
Δόξα Πατρί…
Βαδίζεις καὶ δακρύεις, φθέγγῃ τε Σωτήρ μου. Τὴν ἀνθρωπίνην δεικνύς σου ἐνέργειαν, τὴν θεϊκὴν δὲ μηνύων, ἐγείρεις Λάζαρον.
Καί νύν…
Ἐνήργησας ἀφράστως, Δέσποτα Σωτήρ μου, καθ' ἑκατέρων τῶν δύο σου φύσεων, αὐτεξουσίῳ θελήσει, τὴν σωτηρίαν μου.
ᾠδὴ θ’
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις Χορείαις, σὲ μεγαλύνοντες.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι…
ό Χορὸς: Ἀμήν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (δίς)
Εξαποστειλάρια τού Λαζάρου
Ἦχος γ´. Ἐπεσκέψατο ἡμᾶς…
Λόγῳ σου Λόγε τοῦ Θεοῦ, Λάζαρος νῦν ἐξάλλεται, πρὸς βίον παλινδρομήσας, καὶ μετὰ κλάδων οἱ λαοί, σὲ Κραταιὲ γεραίρουσιν, ὅτι εἰς τέλος ὀλέσεις, τὸν ᾍδην θανάτῳ σου. (δίς)
Ἕτερον
Διὰ Λαζάρου σε Χριστός, ἤδη σκυλεύει θάνατε, καὶ ποῦ σου ᾍδου τὸ νῖκος; τῆς Βηθανίας ὁ κλαυθμός, νῦν ἐπὶ σὲ μεθίσταται, πάντες κλάδους τῆς νίκης, αὐτῷ ἐπισείωμεν.
Αινοί Ἦχος ά
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Ἰδιόμελα τού Λαζάρου
Ἦχος ά
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἀνάστασις καὶ ζωὴ τῶν ἀνθρώπων, ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας· ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας, ζωηφόρῳ νεύματι, τὸν τετραήμερον.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας ἐξ ᾍδου Χριστέ, πρὸ τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τὸ κράτος, καὶ δι' ἑνὸς προσφιλοῦς τὴν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν· διὸ προσκυνούντές σου, τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Μάρθα καὶ Μαρία, τῷ Σωτήρι ἔλεγον· Εἰ ᾖς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος, Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων, τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε. Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν, τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῆς Θεότητός σου Χριστέ, παρέχων τοῖς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην βουλόμενος· διὸ τοῖς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς, τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος· ἀλλ' ὁ διὰ σοῦ τετραήμερος ἀναστάς, τὸ θεῖόν σου κράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοι.
Ἦχος δ´
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Τεταρταῖον ἤγειρας τὸν φίλον σου Χριστέ, καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον ἔπαυσας, ὑποδεικνύων τοῖς πᾶσιν, ὅτι αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκῇ δυναστείᾳ, αὐτεξουσίῳ θελήματι, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοι.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Μάρθα τῇ Μαρίᾳ ἐβόα· ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε. Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε· πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε· Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.
Ἦχος πλ. δ´
Στιχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἤγειρας τετραήμερον· μόνον γὰρ ὡς ἐπέστης τῷ μνήματι, ἡ φωνὴ ζωὴ τῷ τεθνεῶτι γέγονε, καὶ στενάξας ὁ ᾍδης, ἀπέλυσε φόβῳ. Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοι.
Στιχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ· Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ ᾍδου καλέσας τὸν Λάζαρον, κᾀμὲ φιλάνθρωπε, νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθής ἐξανάστησον, δέομαι.
Δόξα Πατρί… Ἦχος β´
Ἰδιόμελον τού Λαζάρου
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! ὅτι νεκρὸν τεταρταῖον, ἐκ τάφου Χριστὸς φωνήσας ἤγειρε, καὶ φίλον ἐκάλεσε, δοξολογήσωμεν αὐτόν, ὡς ὑπερένδοξον, ὡς ταῖς πρεσβείαις, τοῦ δικαίου Λαζάρου, σώσῃ τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν… Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Αναστάσιμων τροπάριον
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Είς τήν Θείαν Λειτουργίαν
ό Ίερεύς: Ευλογημένη ἡ βασιλεία…
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ό Χορὸς: Ἀμήν.
Ἀντίφωνον Ά
Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρί… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος…
ό Χορὸς: Ἀμήν.
Ἀντίφωνον Β´
Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.
Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Στίχ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…
Δόξα Πατρὶ… Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
ό Χορὸς: Ἀμήν.
Ἀντίφωνον Γ´
Στίχ. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Απολυτίκιον τού Λαζάρου
Ἦχος α'
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Μικρὰ Εἴσοδος
Εἰσοδικὸν
ό Διάκονος: Σοφία! Ὀρθοί!
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.
Απολυτίκιον τού Λαζάρου
Ἦχος ά
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Κοντάκιον
Ἦχος β´. Τὰ ἄνω ζητῶν…
Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως, τοῖςπᾶσι παρέχων θείαν ἄφεσιν.
ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ό Χορὸς: Κύριε ελέησον.
ό Ίερεύς: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…
ό Χορὸς: Ἀμήν.
Ἀντὶ δὲ τοῦ Τρισαγίου
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. (γ´)
Δόξα Πατρί… Καί νύν…
Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
Δύναμις
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
᾽Απόστολος
Προκείμενον
Κύριος φωτισμός μου καὶ σωτήρ μου.
Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. ΙΒ’ 28 -29, ΙΓ’,1-8)
Ἀδελφοί, βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν͵ δι΄ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ εὐλαβείας καὶ δέους· καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. ῾Η φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ᾽Αφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν΄ Οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω· ὥστε θαρροῦντας ἡμᾶς λέγειν, Κύριος ἐμοὶ βοηθός, [καὶ] οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. ᾽Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰςτοὺς αἰῶνας.
Ἀλληλούϊα. (γ´) Ἦχος πλ. α΄
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ένεδύσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην.
ό ´Ιερεύς: Σοφία Ορθοί… Ειρήνη Πάσι.
ό Χορὸς: Καὶ τῷ πνεύματί σού.
ό Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.
ό Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.
Εκτενής δέησις
ό Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…
ό Χορὸς: Κύριε, ἐλέησον. (γ´)
ό Ἱερεὺς: Ὅπως ὑπὸ τοῦ κράτους…
ό Χορὸς: Ἀμὴν.
Ὁ Χερουβικὸς ὕμνος
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ
τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον
προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν
ἀποθώμεθα μέριμναν…
…Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν, Ἀλληλούϊα.
Συναπτή τών τιμίων δώρων
ό Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ό Χορὸς: Κύριε ἐλέησον.
ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.
ό Χορὸς: Παράσχου, Κύριε.
Εὐχὴ τῆς προσκομιδῆς
ό Ἱερεὺς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ…
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Εἰρήνη πᾶσι.
ό Χορὸς: Καὶ τῷ πνεύματί σού.
ό Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
ό Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
ό Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.
Τὸ Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν
τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς
γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.
Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν
ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν
οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος
Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου
Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς
Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ
καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι
ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ
ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον
καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν
Προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν
Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Η Αγία αναφορά
ό Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…
ό Χορὸς: Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
ό Ἱερεὺς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…
ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.
ό Ἱερεὺς: Ἄνω σχῶμεν τὰς καρδίας.
ό Χορὸς: Ἔχομεν πρὸς τὸν Κύριον.
ό Ἱερεὺς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
ό Χορὸς: Ἄξιον καὶ δίκαιον.
ό Ἱερεὺς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…
…Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,
κεκραγότα, καὶ λέγοντα.
Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
ό Ἱερεὺς: Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα…
ο Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμα μου…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.
ό Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ
εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ
Θεὸς ἡμῶν.
ό Ἱερεὺς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…
Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ θεῖον πῦρ ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.
ό Ἱερεὺς: Ἐν πρώτοις μνήσθητι, Κύριε…
ό Χορὸς: Κύριε ἐλέησον.
ό Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
ό Χορὸς: Καὶ πάντων καὶ πασῶν.
ό Ἱερεὺς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…
ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.
ό Διάκονος: Πάντων τῶν ἁγίων…
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…
ό Χορὸς: Παράσχου, Κύριε.
ό Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…
ό Χορὸς: Σοί, Κύριε.
ό Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…
Ἡ Κυριακὴ Προσευχὴ
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω
τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ
ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον
δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν
τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς
ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ
τοῦ πονηροῦ.
ό Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Εἰρήνη πᾶσι.
ό Χορὸς: Καὶ τῷ πνεύματί σού.
ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ό Χορὸς: Σοί, Κύριε.
ό Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…
ό Χορὸς: Ἀμήν.
Ύψωσις καί μελισμός
ό Ἱερεὺς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ…
ό Διάκονος: Πρόσχωμεν!
ό Ἱερεὺς: Τὰ ἅγια τοῖς ἁγίοις.
ό Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κοινωνικὸν
Στιχ. Ἐκ στόματος νηπίων καί θηλαζόντων κατηρτίσω αἶνον, Αλληλούια.
Ακολουθία της Θείας Μεταλήψεως
Ἰωάννου τοῦ Χρυσοστόµου
Πιστεύω Κύριε, και ομολογώ, ότι συ εί ο Χριστός, ο Υιός του Θεού του ζώντος, ο ελθών εις τον κόσμον αμαρτωλούς σώσαι, ων πρώτος ειμι εγώ. ’Ετι πιστεύω, ότι τούτο εστί υτο άχραντον σώμα σου, και τούτο αυτό εστί το τίμιον αίμα σου. Δέομαι ούν σου. ελέησόν με και συγχώρησόν μοι τα παραπτώματά μου, τα εκούσια και τα ακούσια, τα εν λόγω, τα εν έργω, τα εν γνώσει και αγνοία. και αξίωσόν με ακατακρίτως μετασχείν των αχράντων σου μυστηρίων, εις άφεσιν αμαρτιών και εις ζωήν αιώνιον. Αμήν.
Απερχόμενος δε μεταλαβείν, λέγε τους παρόντας στίχους.
Συµεὼν τοῦ Μεταφραστοῦ
Ιδού, βαδίζω προς θείαν κοινωνίαν.
Πλαστουργέ, μη φλέξης με τη μετουσία.
πυρ γαρ υπάρχεις τους αναξίους φλέγον.
αλλ’ ουν κάθαρον εκ πάσης με κηλίδος.
Είτα
Του δείπνου σου του μυστικού, σήμερον Υιέ Θεού, κοινωνόν με παράλαβε. ου μη γαρ τοις εχθροίς σου το μυστήριον είπω, ου φίλημα σοι δώσω, καθάπερ ο Ιούδας. αλλ’ ως ο ληστής ομολογώ σοι. μνήσθητί μου, Κύριε, εν τη βασιλεία σου.
Θεουργόν αίμα φρίξον, άνθρωπε, βλέπων.
άνθραξ γαρ εστί τους αναξίους φλέγων.
Θεού το σώμα και θεοί με και τρέφει.
θεοί το πνεύμα, τον δε νουν τρέφει ξένως.
’Εθελξας πόθω με, Χριστέ, και ηλλοίωσας τω θείω σου έρωτι. αλλά κατάφλεξον πυρί αύλω τας αμαρτίας μου, και εμπλησθήναι της εν σοι τρυφής καταξίωσον, ίνα των δύο σκιρτών μεγαλύνω, αγαθέ, παρουσίας σου.
Εν ταις λαμπρότησι των αγίων σου, πως εισελεύσομαι ο ανάξιος; εάν γαρ τυλμήσω συνεισελθείν εις τον νυμφώνα, ο χιτών με ελέγχει, ότι ουκ έστι του γάμου, και δέσμιος εκβαλούμαι υπό των αγγέλων. Καθάρισον, Κύριε, τον ρύπον της ψυχής μου, και σώσον με ως φιλάνθρωπος.
Δέσποτα φιλάνθρωπε, Κύριε Ιησού Χριστέ, ο Θεός μου, μη εις κρίμα μοι γένοιτο τα άγια ταύτα, δια το ανάξιον είναι με, αλλ’ εις κάθαρσιν και αγιασμόν ψυχής τε και σώματος και εις αρραβώνα της μελλούσης ζωής και βασιλείας. Εμοιί δε το προσκολλάσθαι τω Θεώ αγαθόν εστι, τίθεσθαι εν τω Κυρίω την ελπίδα της σωτηρίας μου.
Του δείπνου σου του μυστικού, σήμερον Υιέ Θεού, κοινωνόν με παράλαβε. ου μη γαρ τοις εχθροίς σου το μυστήριον είπω, ου φίλημα σοι δώσω, καθάπερ ο Ιούδας. αλλ’ ως ο ληστής ομολογώ σοι. μνήσθητί μου, Κύριε, εν τη βασιλεία σου.
Κοινωνία τών πιστών
ό Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
ό Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν
Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ,
ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ
ἡμᾶς ἔσωσεν.
ό Ἱερεὺς: Πάντοτε νῦν καί ἀεὶ…
ό Χορὸς: Ἀμήν.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ευχαριστία - Απολύσις
ό Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…
ό Χορὸς: Κύριε, ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον
ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…
ό Χορὸς: Σοί, Κύριε.
ό Ἱερεὺς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς:Ἐν εἰρήνῃ προέλθωμεν.
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.
ό Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.
ό Ἱερεὺς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…
ό Χορὸς: Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου
εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
(γ´)
ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Ἱερεὺς: Εὐλογία Κυρίου καὶ ἔλεος…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοι.
ό Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Κύριε, ἐλέησον… (γ´) Πάτερ (Δέσποτα) ἅγιε, εὐλόγησον.
ό Ἱερεὺς: Ὁ ἀναστὰς ἐκ νεκρῶν…
…Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης…
ό Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.
ό Ἱερεὺς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…
ό Χορὸς: Ἀμήν.
Ευχαριστία μετά την Θείαν Μεταληψίν
Στίχοι εις την Ευχαριστία προτρεπτικοί
Επάν δε τύχης της καλής μετουσίας
Των ζωοποιών μυστικών Δωρημάτων,
’Υμνησον ευθύς, ευχαρίστησον μέγα,
και τάδε θερμώς εκ ψυχής Θεώ λέγε.
Δόξα σοι, ο Θεός. Δόξα σοι, ο Θεός. Δόξα σοι, ο Θεός.
Και αμέσως τας επομένας ευχαριστηρίους Ευχάς:
Ευχαριστώ σοι, Κύριε, ο Θεός μου, ότι ουκ απώσω με τον αμαρτωλόν, αλλά κοινωνόν με γενέσθαι των Αγιασμάτων σου κατηξίωσας. Ευχαριστώ σοι ότι με τον ανάξιον μεταλαβείν των αχράντων σου και επουρανίων δωρεών κατηξίωσας. Αλλά, Δέσποτα φιλάνθρωπε, ο υπέρ ημών αποθανών τε και αναστάς, και χαρισάμενος ημίν τα φρικτά ταύτα και ζωοποιά σου Μυστήρια, επ’ ευεργεσία και αγιασμώ ψυχών και των σωμάτων ημών, δος γενέσθαι ταύτα καμοί εις ίασιν ψυχής τε και σώματος, εις αποτροπήν παντός εναντίου, εις φωτισμόν των οφθαλμών της καρδίας μου, εις ειρήνην των ψυχικών μου δυνάμεων, εις πίστιν ακαταίσχυντον, εις αγάπην ανυπόκριτον, εις πλησμονήν σοφίας, εις περιποίησιν των εντολών σου, εις προσθήκην της θείας σου χάριτος, και της σής βασιλείας οικείωσιν. Ινα εν τω αγιασμώ σου δι’ αυτών φυλαττόμενος της σης χάριτος μνημονεύω διαπαντός, και μηκέτι εμαυτώ ζώ, αλλά σοι τω ημετέρω Δεσπότη και ευεργέτη. Και ούτω του τήδε βίου απάρας, επ’ ελπίδι ζωής αιωνίου, εις την αίδιον καταντήσω ανάπαυσιν, ένθα ο των εορταζόντων ήχος ο ακατάπαυστος, και η απέραντος ηδονή των καθορώντων του σου προσώπου το κάλλος το άρρητον. Συ γάρ εί το όντως εφετόν και η ανέκφραστος ευφροσύνη των αγαπώντων σε, Χριστέ ο Θεός ημών, και σε υμνεί πάσα η κτίσις εις τους αιώνας. Αμήν.
Του Μεγάλου Βασιλείου
Δέσποτα Χριστέ, ο Θεός, Βασιλεύ των αιώνων, και δημιουργέ των απάντων, ευχαριστώ σοι επί πάσιν οίς παρέσχου μοι αγαθοίς, και επί τη μεταλήψει των αχράντων και ζωοποιών σου Μυστηρίων. Δέομαι ούν σου, αγαθέ και φιλάνθρωπε. Φύλαξον με υπό την σκέπην σου, και εν τή των πτερύγων σου σκιά. Και δώρησαί μοι εν καθαρώ συνειδότι, μέχρις εσχάτης μου αναπνοής, επαξίως μετέχειν των Αγιασμάτων σου, εις άφεσιν αμαρτιών, και εις ζωήν αιώνιον. Σύ γαρ εί ο άρτος της ζωής, η πηγή του αγιασμού, ο δοτήρ των αγαθών. Και σοί την δόξαν αναπέμπομεν συν τω Πατρί, και τω Αγίω Πνεύματι, νύν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.
Συμεών του Μεταφραστού
Οδούς τροφήν μοι σάρκα σήν εκουσίως,
ο πύρ υπάρχων και φλέγων αναξίους,
μη δή καταφλέξης με, μή, Πλαστουργέ μου.
Μάλλον δίελθε προς μελών μου συνθέσεις,
εις πάντας αρμούς, εις νεφρούς, εις καρδίαν,
φλέξον δ’ ακάνθας των όλων μου πταισμάτων.
Ψυχήν κάθαρον, αγίασον τας φρένας.
Τας ιγνύας στήριξον οστέοις άμα.
Αισθήσεων φώτισον απλήν πεντάδα.
Ολον με τω σώ συγκαθήλωσον φόβω.
Αεί σκέπε, φρούρει τε και φύλαττέ με
Εκ παντός έργου, και λόγου ψυχοφθόρου.
’Αγγιζε και κάθαρε, και ρύθμιζέ με,
κάλλυνε, συνέτιζε, και φώτιζε με.
Δείξον με σον σκήνωμα της αμαρτίας,
Ιν ως σον οίκο, εισόδω κοινωνίας,
Ως πύρ με φεύγη πάς κακούργος, πάν πάθος.
Πρέσβεις φέρω σοι πάντας ηγιασμένους,
Τας ταξιαρχίας τε των Ασωμάτων,
Τον Πρόδρομόν σου τους σοφούς Αποστόλους, Προς τοις δέ, σην άχραντον αγνήν Μητέρα. ’Ων τας λιτάς, εύσπλαχνε δέξαι, Χριστέ μου, και φωτός παίδα τον σον έργασαι λάτρην. Σύ γαρ υπάρχεις αγιασμός και μόνος Ημών, αγαθέ, των ψυχών και λαμπρότης. Και σοί πρεπόντως, ως θεώ και Δεσπότη, Δόξαν άπαντες πέμπομεν καθ’ ημέραν.
Ανωνύμου
Το σώμα σου το άγιον, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, γένοιτο μοι εις ζωήν αιώνιον, και το Αίμα σου το τίμιον εις άφεσιν αμαρτιών. Γένοιτο δέ μοι η ευχαριστία αύτη εις χαράν, υγείαν και ευφροσύνην. Και εν τη φοβερά και δευτέρα ελεύσει σου αξίωσόν με τον αμαρτωλόν στήναι εκ δεξιών της σης δόξης. πρεσβείαις της παναχράντου σου Μητρός, και πάντων σου των Αγίων. Αμήν.
Ανωνύμου
Εις την Υπεραγίαν Θεοτόκον
Παναγία Δέσποινα Θεοτόκε, το φώς της εσκοτισμένης μου ψυχής, η ελπίς, η σκέπη, η καταφυγή, η παραμυθία, το αγαλλίαμά μου, ευχαριστώ σοι, ότι ηξίωσας με τον ανάξιον κοινωνόν γενέσθαι του αχράντου Σώματος και του τιμίου Αίματος του Υιού σου. Αλλ’ η τεκούσα το αληθινόν φώς, φώτισον μου τους νοητούς οφθαλμούς της καρδίας. Η την πηγήν της αθανασίας κυήσασα, ζωοποίησόν με τον τεθανατωμένον τη αμαρτία. Η του ελεήμονος Θεού φιλεύσπλαχνος Μήτηρ, ελέησόν με, και δός κατάνυξιν και συντριβήν εν τη καρδία μου, και ταπείνωσιν εν τοις διανοήμασί μου, και ανάκλησιν εν ταις αιχμαλωσίαις των λογισμών μου. Και αξίωσόν με μέχρι τελευταίας μου αναπνοής, ακατακρίτως υποδέχεσθαι των αχράντων Μυστηρίων τόν αγιασμόν, εις ίασιν ψυχής τε και σώματος. Και παράσχου μοι δάκρυα μετάνοιας και εξομολογήσεως εις το υμνείν και δοξάζειν σε πάσας τας ημέρας της ζωής μου.
’Οτι ευλογημένη και δεδοξασμένη υπάρχεις εις τους αιώνας. Αμήν. (γ´)
Ὁ ἱερεύς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου…
Τρισάγιον
ό Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε ἐλέησον… (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ό Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Ἀπολυτίκιον τοῦ ἱεροῦ Χρυσοστόµου
Ἦχος πλ. δ´
Ἡ τοῦ στόµατός σου, καθάπερ πυρσός, ἐκλάµψασα χάρις τὴν οἰκουµένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσµῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡµῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστοµε, πρέσβευε τῷ λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡµῶν.
Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόµου
Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡµῶν…
Ἐκ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν, χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστοµε, παµµακάριστε ὅσιε· ἐπαξίως εὐφηµοῦµέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Κύριε, ἐλέησον… (ιβ´) Δόξα Πατρί… Καὶ νῦν… Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ µεγαλύνοµεν. Ἐν ὀνόµατι Κυρίου εὐλόγησον Πάτερ.
ό Ἱερεὺς ἐκφωνεῖ: Ὁ Θεὸς οἰκτειρήσαι ἡµᾶς…
ό ἀναγνώστης: Ἀµήν. Δόξα Πατρί… Καὶ νῦν… Κύριε, ἐλέησον… (γ´) Πάτερ Ἅγιε εὐλόγησον.
ό Ἱερεὺς: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡµῶν δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡµῶν…
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων…
ό Χορός: Ἀµήν.
Geen opmerkingen:
Een reactie posten