Ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας
Όρθρος
Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι πρέπει σοί πᾶσα δόξα…
ό Χορὸς: Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Ἀπολυτίκιον τής Εορτής
Ἦχος δ'
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. (γ´)
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος…
ό Χορὸς: Ἀμήν.
Καθίσματα τής Εορτής
Μετὰ τὴν ά Στιχολογίαν
Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ…
Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον· Χαῖρε, λέγων σοι, Εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις.
Δόξα Πατρί… Καὶ νῦν…
Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον· Χαῖρε, λέγων σοι, Εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις.
Μετὰ τῇ β' Στιχολογίαν
Ἦχος γ'. Τὴν ὡραιότητα…
Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρέ σοι φωνεῖ Ἀρχάγγελος, εὐλογημένη σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος. Διὸ καὶ κατὰ πάντα βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα Πατρί… Καὶ νῦν…
Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρέ σοι φωνεῖ Ἀρχάγγελος, εὐλογημένη σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος. Διὸ καὶ κατὰ πάντα βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ δὲ τὸν Πολυέλεον
Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ…
Γαβριὴλ ἐξ οὐρανοῦ, τὸ Χαῖρε κράζει τῇ σεμνῇ, ὅτι συλλήψῃ ἐν γαστρί, τὸν προαιώνιον Θεόν, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν Μαριὰμ ἀπεφθέγγετο· Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακε; καὶ ἑρμηνεύων ἔλεγεν ὁ Ἄγγελος, τῇ Θεοτόκῳ καὶ Παρθένῳ· Ἐλεύσεταί σοι· Ἅγιον Πνεῦμα, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
Δόξα Πατρί…
Γαβριὴλ ἐξ οὐρανοῦ, τὸ Χαῖρε κράζει τῇ σεμνῇ, ὅτι συλλήψῃ ἐν γαστρί, τὸν προαιώνιον Θεόν, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν Μαριὰμ ἀπεφθέγγετο· Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακε; καὶ ἑρμηνεύων ἔλεγεν ὁ Ἄγγελος, τῇ Θεοτόκῳ καὶ Παρθένῳ· Ἐλεύσεταί σοι· Ἅγιον Πνεῦμα, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
Καὶ νῦν…
Ἀπεστάλη Γαβριήλ, πρὸς τὴν Παρθένον καὶ ἁγνήν, καὶ ἐμήνυσεν αὐτῇ, τὴν ἀνεκλάλητον χαράν, ὅτι ἀσπόρως συλλήψῃ καὶ οὐ φθαρήσῃ· τέξῃ γὰρ Υἱόν, τὸν πρὸ αἰώνων Θεόν, ὃς σώσει τὸν λαόν, ἐκ τῶν πταισμάτων αὐτῶν, καὶ μαρτυρεῖ ὁ πέμψας με εἰπεῖν σοι· Εὐλογημένη τὸ Χαῖρε, Παρθένος τίκτεις, καὶ μετὰ τόκον, πάλιν μένεις Παρθένος.
Ἀναβαθμοί Ἦχος δ´
Ἀντίφωνον Ά
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. (δίς)
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Τάξις Ευαγγελίου τού Όρθρου
ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ό Χορὸς: Κύριε ἐλέησον.
ό Ίερεύς: Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν…
ό Χορὸς: Ἀμήν.
ό Χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)
ό Χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.
ό Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…
ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)
ό Διάκονος: Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ό Ίερεύς: Εἰρήνη πᾶσι.
ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.
ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν…
(α ́ 39 - 49. 56)
ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. ὅτι ἐποίησέ μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.
Ν´ Ψαλμὸς Χύμα
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα Πατρὶ… Ἦχος β´
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ιδιόμελον Ἦχος β'
Εὐαγγελίζεται ὁ Γαβριὴλ τῇ Κεχαριτωμένῃ σήμερον· Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσῃς, Ἀρχάγγελός εἰμι, ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.
ό Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ό Χορός: Κύριε ελέησον… (ιβ´)
ό Ἱερεὺς: Ἐλέει καὶ οἰκτιρμοῖς…
Κανών τῆς Θεοτόκου
ᾠδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμὸς
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν. (δίς)
ᾈδέτω σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαυῒδ ὁ Προπάτωρ σου· Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου· χαρὰν γὰρ μηνύει σοι, τὴν ἀνεκλάλητον.
Βοῶ σοι γηθομενος· κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοι, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον· εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τις Πάναγνε.
Δόξα Πατρί…
Γνωσθήτω μοι Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται ὃ εἴρηκας; λέγε σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;
Καί νύν…
Δολίως με φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε· καὶ χαίρω θεώμενος, τὴν σὴν ἀσφάλειαν, θάρσει Δέσποινα· Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα.
Κανών τῆς Θεοτόκου
ᾠδὴ γ´. Ἦχος δ´. Ὁ Εἱρμὸς
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Συλλήψει σου, στεφάνων δόξης ἀξίωσον. (δίς)
Ἐξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ' ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, σὺ δὲ πῶς τοῦτον τέξομαι, Παρθένος οὖσα, σαφήνισον.
Ζητεῖς παρ' ἐμοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ' οὗτος ἀνερμήνευτος· τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, δημιουργῷ δυνάμει σοι, ἐπισκιάσαν ἐργάσεται.
Δόξα Πατρί…
Ἡ ἐμὴ Προμήτωρ δεξαμένη, τὴν γνώμην τοῦ ὄφεως τρυφῆς, τῆς θείας ἐξωστράκισται· διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασμὸν τὸν ξένον σου, εὐλαβουμένη τὸν ὄλισθον.
Καί νύν…
Θεοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν μηνύσων σοι βουλήν, τὶ με φοβῇ Πανάμωμε, τὸν μᾶλλόν σε φοβούμενον, τὶ εὐλαβῇ με Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούμενον;
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι σεί εί ό Θεός ημών…
ό Χορὸς: Ἀμήν.
Κάθισμα τής Εορτής
Ἦχος πλ. δ'. Αὐλῶν ποιμενικῶν…
Ὁ Λόγος τοῦ Θεοῦ, ἐπὶ γῆς νῦν κατῆλθεν, ὁ Ἄγγελος βοῶν, τῇ Παρθένῳ ἐπέστη· Χαῖρε Εὐλογημένη, ἡ τὴν σφραγῖδα μόνη φυλάξασα, ἐν μήτρᾳ δεξαμένη, τὸν πρὸ αἰώνων Λόγον καὶ Κύριον, ἵνα ἐκ πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Σύ γάρ εί ό Βασιλέυς…
ό Χορὸς: Ἀμήν.
Κοντάκιον τής Εορτής
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε· Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.
Ὁ Οἶκος
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.
Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.
Στίχοι
Ἤγγειλεν Υἱὸν Ἄγγελος τῇ Παρθένῳ,
Πατρὸς μεγίστης Βουλῆς μέγαν.
Γήθεο τῇ Μαρίῃ ἔφατ' Ἄγγελος εἰκάδι πέμπτῃ.
Καὶ ἅμα τῷ λόγῳ τοῦ Ἀρχαγγέλου καὶ αὐτῆς, συνέλαβεν ὑπερφυῶς ἐν τῇ ἀχράντῳ γαστρὶ τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αιῶνας. Ἀμήν.
Καταβασίες της Εορτής
ᾠδὴ ά. Ήχος δ´
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν σύλληψιν.
ᾠδὴ γ´
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ συλλήψει σου, στεφάνων δόξης ἀξίωσον.
ᾨδὴ δ´
Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ Παρθένῳ, καὶ διέσωσε τοὺς κραυγάζοντας· Δόξα, Χριστέ, τῇ δυνάμει σου.
ᾠδὴ ε´
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
ᾠδὴ ς´
Ἐβόησε προτυπῶν τὴν ταφὴν τὴν τριήμερον ὁ προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ, βασιλεῦ τῶν δυνάμεων.
ᾠδὴ ζ´
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾠδὴ η´
Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ἄκουε, κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριὴλ Βουλὴν Ὑψίστου ἀρχαίαν, ἀληθινήν. Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ. Διὰ σοῦ γὰρ ὁ ἀχώρητος βροτοῖς ἀναστραφήσεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον.
ό Ἱερεὺς: Tη Θεοτόκο και μητέρα του φωτός…
Μεγαλυνάρια τής Εορτής
Ήχος δ´
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὡς ἐμψύχῷ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων. Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως· Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετά σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη. Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας. Ῥευστὴ φύσις περ καθεστηκυῖα· ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Πῶς πηγάζεις γάλα Παρθένε ἁγνὴ; Οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία· Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα. Νομίμου γονῆς ὅρους ὑπερβαῖνον· ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Μυστικῶς ταῖς ἱεροτεύκτοις Γραφαῖς, Λαλεῖται περὶ σοῦ, Μῆτερ Ὑψίστου. Κλίμακα γὰρ πάλαι Ἰακὼβ σε προτυποῦσαν· Ἰδὼν ἔφη· Βάσις Θεοῦ αὕτη· ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Δόξα Πατρί…
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Θαυμαστὸν τῷ Ἱεροφάντῃ Μωσεῖ· Ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας. Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου. Ἐν Κόρῃ ἁγνῇ, ἔφη, κατοπτεύσω· ᾗ ὡς Θεοτόκῳ λεχθείη· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Καί νύν…
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Δανιὴλ σε ὄρος καλεῖ νοητόν· Γεννήτριαν Θεοῦ ὁ Ἡσαΐας· Βλέπει δὲ ὡς πόκον Γεδεών, ὁ Δαυῒδ δέ, Ἁγίασμα φάσκει, πύλην δὲ σε ἄλλος· ὁ δὲ Γαβριὴλ σοι κραυγάζει· Χαῖρε κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.
Καταβασία
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὡς ἐμψύχῷ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων. Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως· Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετά σοῦ.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι…
ό Χορὸς: Ἀμήν.
Εξαποστειλάρια τής Εορτής
Ήχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν…
Ἀγγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόρρητον θαῦμα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἄπαν γένος· Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.
Ὅμοιον
Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε ἔμψυχε βάτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλῖμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα, χαῖρε Εὔας ἡ λύσις.
Αίνοι Ἦχος α'
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Προσόμοια τής Εορτής
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων…
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε· συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων σοι τὸ Χαῖρε Ἁγνή.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε· συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων σοι τὸ Χαῖρε Ἁγνή.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ
Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε· συλλήψῃ ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῷ κόσμῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι' ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ' ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, ἐμορφώθη τὸ ἀλλότριον.
Δόξα Πατρί… Καί νύν…
Ἦχος β'
Το ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος. Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον. Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.
Δοξολογία Μεγάλη
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος
Ἀθάνατος, ἐλέησον ἡμᾶς
Ἀπολυτίκιον τής Εορτής
Ἦχος δ'
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Είς τήν Θείαν Λειτουργίαν
ό Ἱερεὺς: Ευλογημένη ἡ βασιλεία…
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ό Χορὸς: Ἀμήν.
Ἀντίφωνον Α´
Στίχ. Ὁ Θεὸς τὸ κρίμα σου τῷ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.
Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα Πατρὶ… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος…
ό Χορὸς: Ἀμήν.
Ἀντίφωνον Β´
Στίχ. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
Σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς, ψάλλοντάς Σοι,ἀλληλούϊα.
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς…
Στίχ. Ὁ Θεὸς ἐμφανῶς ἤξει, ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς…
Στίχ. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς…
Δόξα Πατρὶ… Καὶ νῦν…
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό Ἱερεὺς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
ό Χορὸς: Ἀμήν.
Ἀντίφωνον Γ´
Στίχ. Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας.
Απολυτίκιον Ἦχος δ´
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον…
Στίχ. Εὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον…
Εἰσοδικόν
ό Διάκονος: Σοφία! Ὀρθοί!
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς, ψάλλοντάς Σοι, ἀλληλούϊα.
Απολυτίκιον Ἦχος δ´
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Κοντάκιον Ἦχος πλ. δ´
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.
ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ό Χορὸς: Κύριε ελέησον.
ό Διάκονος: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…
ό Χορὸς: Ἀμήν.
Τρισάγιον Ἀποστόλου
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δύναμις
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀπόστολος
Προκείμενον
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι΄ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν͵ λέγων͵ Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου͵ ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν͵ Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ΄ αὐτῷ· καὶ πάλιν͵ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός͵ καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν͵ ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου͵ τοῦτ΄ ἔστιν τὸν διάβολον͵ καὶ ἀπαλλάξῃ τούτους͵ ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται͵ ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι͵ ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν͵ εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς͵ δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
Ἀλληλούϊα… (γ´) Ἦχος β΄
Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
Στίχ. Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας.
ό Ἱερεὺς: Σοφία Ορθοί… Ειρήνη Πάσι.
ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.
ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν…
ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.
Ἐν ταῖς ἡμέραις ἐκείναις συνέλαβε᾽Ελισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις. ᾽Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲτ πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα ᾽Ιωσὴφ ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν. Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυΐδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾽Ιακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς Θεοῦ. Καὶ ἰδοὺ ᾽Ελισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ Θεοῦ πᾶν ῥῆμα. Εἶπεν δὲ Μαριάμ΄ ᾽Ιδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.
ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.
Εκτενής δέησις
ό Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…
ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)
ό Ἱερεὺς: Ὅπως ὑπὸ τοῦ κράτους…
ό Χορὸς: Ἀμὴν.
Ὁ Χερουβικὸς ὕμνος
Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ
τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον
προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν
ἀποθώμεθα μέριμναν…
…Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.
Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν, Ἀλληλούϊα.
Συναπτή τών τιμίων δώρων
ό Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ό Χορὸς: Κύριε ἐλέησον.
ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.
ό Χορὸς: Παράσχου, Κύριε.
Εὐχὴ τῆς προσκομιδῆς
ό Ἱερεὺς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ…
Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Εἰρήνη πᾶσι.
ό Χορὸς: Καὶ τῷ πνεύματί σού.
ό Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
ό Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
ό Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.
Τὸ Σύμβολον τῆς Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν
τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς
γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.
Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν
ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν
οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος
Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου
Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς
Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ
καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι
ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ
ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον
καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν
Προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν
Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Η Αγία αναφορά
ό Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…
ό Χορὸς: Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
ό Ἱερεὺς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…
ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.
ό Ἱερεὺς: Ἄνω σχῶμεν τὰς καρδίας.
ό Χορὸς: Ἔχομεν πρὸς τὸν Κύριον.
ό Ἱερεὺς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
ό Χορὸς: Ἄξιον καὶ δίκαιον.
ό Ἱερεὺς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…
…Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,
κεκραγότα, καὶ λέγοντα.
Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
ό Ἱερεὺς: Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμα μου…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.
ό Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ
εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ
Θεὸς ἡμῶν.
ό Ἱερεὺς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…
Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.
ό Ἱερεὺς: Ἐν πρώτοις μνήσθητι, Κύριε…
ό Χορὸς: Κύριε ἐλέησον.
ό Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
ό Χορὸς: Καὶ πάντων καὶ πασῶν.
ό Ἱερεὺς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…
ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.
ό Διάκονος: Πάντων τῶν ἁγίων…
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…
ό Χορὸς: Παράσχου, Κύριε.
ό Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…
ό Χορὸς: Σοί, Κύριε.
ό Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…
Ἡ Κυριακὴ Προσευχὴ
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω
τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ
ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον
δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν
τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς
ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ
τοῦ πονηροῦ.
ό Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Εἰρήνη πᾶσι.
ό Χορὸς: Καὶ τῷ πνεύματί σού.
ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ό Χορὸς: Σοί, Κύριε.
ό Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…
ό Χορὸς: Ἀμήν.
Ύψωσις καί μελισμός
ό Ἱερεὺς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ…
ό Διάκονος: Πρόσχωμεν!
ό Ἱερεὺς: Τὰ ἅγια τοῖς ἁγίοις.
ό Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Κοινωνικὸν
Ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Ἀλληλούϊα.
Κοινωνία τών πιστών
ό Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
ό Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν
Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ,
ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ
ἡμᾶς ἔσωσεν.
ό Ἱερεὺς: Πάντοτε νῦν καί ἀεὶ…
ό Χορὸς: Ἀμήν.
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Ευχαριστία - Απολύσις
ό Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…
ό Χορὸς: Σοί, Κύριε.
ό Ἱερεὺς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς:Ἐν εἰρήνῃ προέλθωμεν.
ό Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.
ό Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.
ό Ἱερεὺς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…
ό Χορὸς: Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου
εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
(γ´)
Ακολουθία του Μνημοσύνου
Ήχος δ´
Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν
ψυχὴν τοῦ (τής/τών) δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.
Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Δόξα Πατρί…
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου, Σῶτερ, ἀνάπαυσον.
Καὶ νῦν…
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν
ἀσπόρως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ (τής/τών) δούλου σου.
ό Διάκονος : Ἐλέησον ἡμᾶς ὁ Θεός…
ό Χορός: Κύριε ἐλέησον… (γ´)
ό Διάκονος: Ὅπως Κύριος ὁ Θεὸς τάξῃ…
ό Χορός: Παράσχου Κύριε.
ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ό Χορός: Κύριε ἐλέησον.
ό Ίερεύς: Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός…
ό Χορός: Αμήν.
ό Ιερεύς: Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν.
ό Χορός: Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ (αὐτῆς/αυτών) ἡ μνήμη. (γ´)
ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Ἱερεὺς: Εὐλογία Κυρίου καὶ ἔλεος…
ό Χορὸς: Ἀμήν.
ό Ἱερεὺς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοι.
ό Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Ἀμήν. Κύριε, ἐλέησον… (γ´) Πάτερ (Δέσποτα) ἅγιε, εὐλόγησον.
ο Ἱερεὺς: Ὁ δι’ ἡμᾶς τούς ἀνθρώπους…
…Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης…
ό Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.
ό Ἱερεὺς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…
ό Χορὸς: Ἀμήν.
Απολυτίκιον Αγίου Φανουρίου
Ήχος δ΄. Ταχὺ προκατάλαβε…
Οὐράνιον ἐφύμνιον ἐν γῆ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν, νύν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνωδίαις εὐφημούσιν τοὺς ἄθλους, κάτωθεν Ἐκκλησία, τὴν οὐράνιον δόξαν, ἣν εὗρες πόνοις καὶ ἄθλοις, τοῖς σοῖς Φανούριε ἔνδοξε.
Geen opmerkingen:
Een reactie posten