dinsdag 26 mei 2026

Κυριακή τής Πεντηκοστής

 Κυριακή τής Πεντηκοστής 


Όρθρος


Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι πρέπει σοί πᾶσα δόξα…


ό Χορὸς: μήν.


Ἦχος πλ. δ´. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Ἀπολυτίκιον τῆς Ἑορτῆς


Ἦχος πλ. δ'


Εὐλογητὸς εἶ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι΄ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας. Φιλάνθρωπε δόξα σοι. (γ')


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος… 


ό Χορὸς: μήν.


Καθίσματα τής Εορτής 


Μετὰ τὴν ά Στιχολογίαν


Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ…


Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε. 


Δόξα Πατρί… Καὶ νῦν…

   

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε. 


  Μετὰ τὴν β' Στιχολογίαν 


Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ… 


  Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε.


Δόξα Πατρί… Καὶ νῦν…


τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε.


Μετὰ τὸν Πολυέλεον 


Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς…


Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον· Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.


Δόξα Πατρί… Καὶ νῦν…


Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον· Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.


Ἀναβαθμοί Ἦχος δ´


Ἀντίφωνον Ά


  Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)


Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)


  Δόξα Πατρί…


  γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.


  Καὶ νῦν…


  γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.


  Προκείμενον 


Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ. (δίς)


  Στίχ. Κύριε εἰσάκουσον τῆς προσευχῆς μου.


Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ.


Τάξις Ευαγγελίου τού Όρθρου


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ἐλέησον. 


ό Ίερεύς: τι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν…


ό Χορὸς:μήν.


ό Χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)


ό Χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.


ό Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)


ό Διάκονος: Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.


ό Ίερεύς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.


ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην… 

(κ ́ 19 - 23)


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


 Ν´ Ψαλμὸς (Χύμα)


λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.


τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.


Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.


δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.


δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.


αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.


κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.


πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.


Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.


Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.


πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.


Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.


ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.


Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.


τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.


Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.


γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.


Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.


Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Δόξα Πατρὶ… Ἦχος β´


Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν…


Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἰδιόμελον Ἦχος πλ. β'


Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.


ό Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…


ό Χορός: Κύριε ελέησον… (ιβ´)


ό Ἱερεὺς: Ἐλέει καὶ οἰκτιρμοῖς…


Κανών τῆς Εορτής 


ᾨδὴ α'. Ἦχος βαρὺς. Ὁ Εἱρμὸς


Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται. (δίς)


ργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.


Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.


Ἕτερος Κανὼν ἰαμβικὸς   


  ᾨδὴ α'. Ἦχος δ'. Ὁ Εἱρμὸς


  Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.


  Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·


  Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,


  Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος


  Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. (δίς)


Δόξα Πατρί…  


  φη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.


  Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.


  Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον


  Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,


  Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον


Καί νύν…   


 ρος βεβηκώς, ἀτρεκέστατος Λόγος,


  Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.


  Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,


  Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,


  Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.


Κανών τῆς Εορτής 


ᾨδὴ γ´. Ἦχος βαρὺς. Ὁ Εἱρμὸς


Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε. (δίς)


τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν. (δίς)


Ἕτερος Κανὼν ἰαμβικὸς   


  ᾨδὴ γ´. Ἦχος δ'. Ὁ Εἱρμὸς


  Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,


  Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,


  Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι


  Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,


  Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. (δίς)


Δόξα Πατρί…  


  ληπτός ἐστιν ἡ θεαρχικωτάτη·


  Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,


  Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,


  Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,


  Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.


Καί νύν…   


ν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,


  Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,


  Οὗ τὴν δι' Υἱοῦ πατρικῆς ἐξουσίας,


  Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,


  Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σεί εί ό Θεός ημών…


ό Χορὸς: μήν.


Μεσώδιον Κάθισμα τής Εορτής 


Ἦχος πλ. δ'. Τὸ προσταχθὲν…


Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν. 


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Σύ γάρ εί ό Βασιλέυς…


ό Χορὸς: μήν.


Κοντάκιον τής Εορτής 


(Χύμα) 


τε καταβὰς τὰς γλώσσας συνέχεε,διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.


Ὁ Οἶκος


  Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.


Συναξάριον  


ΤΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου.


Στίχοι


Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων,


ρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου!


ρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ.



Υπόμνημα τού Πεντηκοσταρίου


Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.


Στίχοι


Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει,


Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.


κκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ' ἁλιεύσι.


  

Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.


Καταβασίες Πεντηκοστής 


Ὠδὴ ά.  Ἦχος βαρὺς 


Πόντω ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ἄσωμεν αὐτῷ, ὅτι δεδόξασται.


Ιαμβικαί. Ἦχος δ'


Θείω καλυφθεὶς ὁ βραδύγλωσσος γνόφω.


Ἐρρητόρευσε τὸν θεόγραφον νόμον 


Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,


Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος


Γνῶσιν, γεραίρων ἐνθέοις τοὶς ἄσμασιν.


Ὠδὴ γ´  


Τὴν ἐξ ὕψους δύναμιν τοὶς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ὧ στερεωθήσεσθε. 


Ιαμβικαί


ρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, 


Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, 


Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι


Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, 


Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.


Ὠδὴ δ´ 


Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰ σακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας.


Ιαμβικαί


ναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, 


Λόγος προελθῶν, Πατρὸς ἐξ ἀναιτίου.


Ἰσοσθενές σου Πνεῦμα τοὶς Ἀποστόλοις, 


Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, 


Ἄδουσι, Δόξα τῶ κράτει σου, Κύριε.


Ὠδὴ ε´ 


Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοίς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.


Ιαμβικαί


Λυτήριον κάθαρσιν ἀμπλακημάτων,


Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,


Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,


Νὺν ἐκ Σιῶν γὰρ ἐξελήλυθε νόμος,


Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.


Ὠδὴ ς´  


Ναυτιῶν τῶ σάλω, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρω θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνὰς Χριστὲ βοῶ σοί, Ἐκ θανατηφόρου μὲ βυθοῦ ἀνάγαγε.


Ιαμβικαί


λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, 


Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,


Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, 


Στέρνων Ἰωνάν, τῆς φθορᾶς διαρπάσης, 


Ὅλον τὸν Ἀδάμ, παγγενὴ πεπτωκότα.


Ὠδὴ ζ´  


Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πὺρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνωδίας, οὕτω βοῶντες, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.


Ιαμβικαί


Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, 


Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.


Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,


Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη, 


Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.


Ὠδὴ η´  

 Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.


φλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βᾶτος Θεὸν ἐγνώρισε, τῶ βραδυγλώσσω καὶ δυσήχω Μωσεῖ καὶ Παίδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῶ πυρὶ ὑμνωδοὺς ἔδειξε, Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 


Ιαμβικαί


Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα, 


Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, 


Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, 


Σωτήρα καὶ παντουργόν, ὡς εὐεργέτην, 


Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις. 


ό Ἱερεὺς: Tη Θεοτόκο και μητέρα του φωτός…


Κανών τῆς Εορτής 


ᾨδὴ θ´. Ἦχος βαρὺς. Ὁ Εἱρμὸς


  Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. (δίς)


πιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ' ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.


Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.


Ἕτερος Κανὼν ἰαμβικὸς   


  ᾨδὴ γ´. Ἦχος δ'. Ὁ Εἱρμὸς


  Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.


  Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,


  Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.


  Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον


  Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν. (δίς)


Δόξα Πατρί…   


  δειν ἔοικε τὴν φυσίζωον Κόρην.


  Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον


  Νοσοῦσαν ἀλθένοντα τὴν βροτῶν φύσιν.


  Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος


  Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.


Καί νύν…   


  σοις ἔπνευσεν ἡ θεόρρυτος χάρις,


  Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,


  Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην


  Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,


  Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.


Καταβασία


Ὠδὴ θ´ Ἦχος βαρὺς


Μὴ τῆς φθορᾶς διαπείρα κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.


Ιαμβικαί. Ἦχος δ'


Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.


Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, 


Ῥητρεῦον, οὐ σθένει σὲ μέλπειν ἀξίως.


Ἰλιγγιᾷ δὲ νοὺς ἅπας σου τὸν τόκον


Νοεῖν, ὅθεν σὲ συμφώνως δοξάζομεν.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι…


ό Χορὸς: μήν.


Εξαποστειλάριον


Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις…


Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας. (δίς)


  Ἕτερον 


Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι' αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν.


Αίνοι Ἦχος δ'


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Στιχηρὰ Ἰδιόμελα τής Εορτής 


Ἦχος δ´


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.


Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος. 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.


Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος. 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ


Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὐτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος. 


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι' οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.


Δόξα Πατρί… Καὶ νῦν…


 Ἦχος πλ. β'


  Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.


Δοξολογία Μεγάλη


Ἦχος πλ. β'


Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.


Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.


Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.


Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.


τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.


Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.


Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)


Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.


Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.


τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.


Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.


γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος

Ἀθάνατος, ἐλέησον ἡμᾶς


Ἀπολυτίκιον τῆς Ἑορτῆς


 Ἦχος πλ. δ'


Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι. 


Είς τήν Θείαν Λειτουργίαν 


ό Ἱερεὺς: Ευλογημένη ἡ βασιλεία…


τι πρέπει σοι πᾶσα δόξα…


ό Χορὸς: μήν.


Ἀντίφωνον Α´


Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.


Στίχ. μέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Δόξα Πατρὶ… Καὶ νῦν…


Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος…


ό Χορὸς: μήν.


Ἀντίφωνον Β´


Στίχ.πακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.


Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.


Στίχ. ξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.


Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ…


Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.


Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ… 


Στίχ. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.


Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ…


Δόξα Πατρὶ… Καὶ νῦν…


μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ἱερεὺς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…


ό Χορὸς: μήν.


Ἀντίφωνον Γ´


Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.


Απολυτίκιον τής Εορτής 


Ἦχος πλ. δ´


Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.


Εἰσοδικὸν


ό Διάκονος: Σοφία! Ὀρθοί!


ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι. Ἀλληλούϊα.


Απολυτίκιον τής Εορτής 


Ἦχος πλ. δ´


Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.


Κοντάκιον τής Εορτής 


Ἦχος πλ. δ´ 


τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ελέησον. 


ό Διάκονος: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…


ό Χορὸς: μήν.


Ἀντὶ δὲ τοῦ Τρισαγίου


σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε΄Ἀλληλούϊα. (γ´)


Δόξα Πατρί… Καί νύν…


Χριστὸν ἐνεδύσασθε΄Ἀλληλούϊα.


Δύναμις


 σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε΄Ἀλληλούϊα. 


Απόστολος


Προκείμενον Ἦχος πλ. δ´


Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.

ν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός͵ καὶ ἐκάθισεν ἐφ΄ ἕνα ἕκαστον αὐτῶν͵ καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου͵ καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. ῏Ησαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι͵ ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη͵ ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες͵ Οὐχ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται͵ καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν͵ Ἰουδαίαν τε καὶ Καππαδοκίαν͵ Πόντον καὶ τὴν Ἀσίαν͵ Φρυγίαν τε καὶ Παμφυλίαν͵ Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην͵ καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι͵ Ἰουδαῖοί τε καὶ προσήλυτοι͵ Κρῆτες καὶ Ἄραβες͵ ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦΘεοῦ.


 λληλούϊα… (γ΄) Ἦχος ά


Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.


Στίχ.ξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος.


ό Ἱερεὺς: Σοφία Ορθοί… Ειρήνη Πάσι. 

ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.


ό Ἱερεὺς: Εὐαγγέλιον κατὰ Ἰωάννην…


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.

 

Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς Ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων͵ Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ͵ καθὼς εἶπεν ἡ γραφή͵ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα͵ ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον͵ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·ἄλλοι ἔλεγον͵ Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον͵ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ͵ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυίδ͵ ὁ Χριστὸς ἔρχεται; σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι΄ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν͵ ἀλλ΄ οὐδεὶς ἐπέβαλεν ἐπ΄ αὐτὸν τὰς χεῖρας. ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους͵ καὶ εἶπον αὐτοῖς ἐκεῖνοι͵ Διὰ τί οὐκ ἠγάγετε αὐτόν;ἀπεκρίθησαν οἱ ὑπηρέται͵ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι͵ Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν. Λέγει Νικόδημος πρὸς αὐτούς͵ ὁ ἐλθὼν πρὸς αὐτὸν τὸ πρότερον͵ εἷς ὢν ἐξ αὐτῶν΄Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ΄ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ͵ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται. Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων͵ Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ͵ ἀλλ΄ ἕξει τὸ φῶς τῆς ζωῆς.


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


Εκτενής δέησις 


ό Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)


ό Ἱερεὺς: Ὅπως ὑπὸ τοῦ κράτους…


ό Χορὸς: μὴν.


Ὁ Χερουβικὸς ὕμνος


Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ

τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον

προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν

ἀποθώμεθα μέριμναν…


 …Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.


 Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν, Ἀλληλούϊα.


Συναπτή τών τιμίων δώρων


ό Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.


ό Χορὸς: Παράσχου, Κύριε.


Εὐχὴ τῆς προσκομιδῆς


ό Ἱερεὺς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ…


Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…


 ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.


ό Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.


ό Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.


Τὸ Σύμβολον τῆς Πίστεως


Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.


Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν

τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς

γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.


 Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.


Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν

ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν

οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος

Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ

ἐνανθρωπήσαντα.


Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου

Πιλάτου καὶ παθόντα καὶ ταφέντα.


Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς

Γραφάς.


Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ

καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.


Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι

ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ

ἔσται τέλος.


Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ

ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,

τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον

καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν

Προφητῶν.


Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν

Ἐκκλησίαν.


μολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.


Προσδοκῶ ἀνάστασιν νεκρῶν.


Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Η Αγία αναφορά 


ό Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…


ό Χορὸς: λεον εἰρήνης, θυσίαν αἰνέσεως.


ό Ἱερεὺς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Ἱερεὺς: Ἄνω σχῶμεν τὰς καρδίας.


ό Χορὸς: χομεν πρὸς τὸν Κύριον.


ό Ἱερεὺς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.


ό Χορὸς: ξιον καὶ δίκαιον.


ό Ἱερεὺς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…


Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,

κεκραγότα, καὶ λέγοντα.


γιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.


ό Ἱερεὺς: Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμα μου…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.


ό Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ

εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ

Θεὸς ἡμῶν.


ό Ἱερεὺς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…


Ἦχος βαρὺς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.


ό Ἱερεὺς: Ἐν πρώτοις μνήσθητι, Κύριε…


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.


ό Χορὸς: Καὶ πάντων καὶ πασῶν.


ό Ἱερεὺς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…


ό Χορὸς:μήν.


ό Ἱερεὺς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Διάκονος: Πάντων τῶν ἁγίων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Παράσχου, Κύριε.


ό Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…


Ἡ Κυριακὴ Προσευχὴ


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω

τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·

γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ

ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον

δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ

ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν

τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς

ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ

τοῦ πονηροῦ.


ό Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…


ό Χορὸς: μήν.


Ύψωσις καί μελισμός


ό Ἱερεὺς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ… 


ό Διάκονος: Πρόσχωμεν!


ό Ἱερεὺς: Τὰ ἅγια τοῖς ἁγίοις.


ό Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Κοινωνικὸν


Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, Ἀλληλούϊα.


Κοινωνία τών πιστών 


ό Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.


ό Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου…


Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…


Απολυτίκιον Ἦχος πλ. δ’


Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.


ό Ἱερεὺς: Πάντοτε νῦν καί ἀεὶ…


ό Χορὸς: μήν.


Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.


Ευχαριστία - Απολύσις 


ό Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…


ό Χορὸς: μήν.


ό Ἱερεὺς:Ἐν εἰρήνῃ προέλθωμεν.


ό Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…


ό Χορὸς: μήν. Εἴη τὸ ὄνομα Κυρίου

εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

(γ´)


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον.


 ό Ἱερεὺς: Εὐλογία Κυρίου καὶ ἔλεος… 


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοι.


ό Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Ἀμήν. Κύριε, ἐλέησον… (γ´) Πάτερ  (Δέσποτα) ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν…


Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης… 


ό Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.


ό Ἱερεὺς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…


ό Χορὸς: μήν.

Geen opmerkingen:

Een reactie posten