Κυριακή των Αγίων Πάντων
Εσπερινός
ό ´Ιερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν…
ό Αναγνώστης: Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ́ 103
Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ
κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα Πατρί… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοί ὁ Θεός. (γ´)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.
Τα ειρηνικά
ό Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ό Χορός: Κύριε, ἐλέησον.
ό ´Ιερεύς: Ὅτι πρέπει σοι, πᾶσα δόξα…
ό Χορὸς: Ἀμήν.
Ψαλμός 1ος
Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
Αλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.
Οτὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
Οτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Ψαλμός 2ος
Ἰνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
Ο κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου.
Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.
Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.
Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
Οταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.
Ψαλμός 3ος
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
Πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.
Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
Εγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Ανάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Δόξα Πατρί… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοί ὁ Θεός. (γ´)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
ό ´Ιερεύς: Ὅτι σόν τό κράτος…
ό Χορός: Ἀμήν.
Ἦχος πλ δ´
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στιχηρὰ Ἀναστάσιμα
Ἦχος πλ δ´
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.
Ἔτερα τῶν Ἁγίων Πάντων
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι…
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Οἱ πνευματορρήτορες, οἱ Μαθηταὶ τοῦ Σωτῆρος, τοῦ Πνεύματος ὄργανα, πίστει χρηματίσαντες, διεσπάρησαν, εἰς τὰ γῆς πέρατα, τὸ σεπτὸν κήρυγμα, ὀρθοδόξως κατασπείροντες, ἐξ ὧν ἐβλάστησαν, θείᾳ γεωργίᾳ καὶ χάριτι Μαρτύρων τὰ στρατεύματα, πάθος τὸ σεπτὸν εἰκονίζοντες, διὰ πολυτρόπων, στρεβλώσεων μαστίγων καὶ πυρός, καὶ παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Πυρὶ ἐκκαιόμενοι, τῆς τοῦ Κυρίου ἀγάπης, πυρὸς κατεφρόνησαν, καὶ ὡς θεῖοι ἄνθρακες ἀναπτόμενοι, οἱ σεπτοὶ Μάρτυρες, ἐν Χριστῷ ἔφλεξαν, φρυγανῶδες πλάνης φρύαγμα, θηρῶν δὲ ἔφραξαν, στόματα, σοφαῖς ἐπικλήσεσι, καὶ κάρας ἐκτεμνόμενοι, ἔτεμον ἐχθροῦ πάσας φάλαγγας, καὶ τοὺς τῶν αἱμάτων, προχέοντες κρουνοὺς καρτερικῶς, τὴν Ἐκκλησίαν κατήρδευσαν, πίστει ἀναθάλλουσαν.
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Θηρσὶ προσπαλαίοντες, τυμπανιζόμενοι ξίφει, ὄνυξι ξεόμενοι, χεῖρας ἀφαιρούμενοι, καὶ στρεβλούμενοι, οἱ στερροὶ μάρτυρες, καὶ πυρὶ ἐνύλῳ, ἀνενδότως φλογιζόμενοι, καὶ ἐκκεντούμενοι, καὶ τὰς ἁρμονίας τεμνόμενοι, ὑπέφερον στερρότατα, λήξιν προορῶντες τὴν μέλλουσαν, καὶ τοὺς ἀκηράτους, στεφάνους, καὶ τὴν δόξαν τοῦ Χριστοῦ, ᾧ παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἐν πᾶσι τοῖς πέρασι, τοὺς ἐναθλήσαντας πίστει, Ἀποστόλους, Μάρτυρας, ἱερεῖς θεόφρονας, σεμνὰ Γύναια, ἱερὸν ἄθροισμα, ἱεροῖς ᾄσμασι, κατὰ χρέος εὐφημήσωμεν, ὅτι συνήφθησαν, τοῖς ἐπουρανίοις οἱ γήϊνοι, καὶ πάθει τὴν ἀπάθειαν, χάριτι Χριστοῦ ἐκομίσαντο, καὶ νῦν ὡς ἀστέρες, στερροὶ περιαυγάζοντες ἡμᾶς, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα Πατρί… Ἦχος πλ. β'
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν… Ήχος πλ. δ'
Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν,διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος
ό Διάκονος: Σοφία Ὀρθοί!
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας προκείμενον
Ὁ Κύριος ἐβασίλευσεν,εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Ὁ Κύριος ἐβασίλευσεν,εὐπρέπειαν ἐνεδύσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὁ Κύριος ἐβασίλευσεν,εὐπρέπειαν ἐνεδύσατο.
Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς; Τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ό ´Ιερεύς: Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς…
ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)
ό ´Ιερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…
ό Αναγνώστης: Ἀμήν.
Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυ λαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ό Διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ό Χορὸς: Κύριε, ἐλέησον.
ό Διάκονος: Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν…
ό Χορὸς: Παράσχου Κύριε.
ό ´Ιερεύς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
ό Χορός: Ἀμήν.
ό ´Ιερεύς: Εἰρήνη πᾶσι.
ό Χορός: Καὶ τῷ πνεύματί σού.
ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ό Χορός: Σοὶ, Κύριε.
ό ´Ιερεύς: Εἴη τὸ κράτος τῆς βασιλείας σού…
ό Χορὸς: Ἀμήν.
Ἀπόστιχα Στιχηρὰ Ἀναστάσιμα
Ἦχος πλ δ´
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.
Στιχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ενεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν∙ ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν ᾍδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
Στιχ. Τω οίκω σου πρέπει αγίασμα, Κύριε, είς μακρότητα ημερών.
Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.
Δόξα Πατρὶ… Ἦχος πλ. β'
Δεῦτε πιστοί, σήμερον χορείαν ἐπικροτήσαντες, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν Ἁγίων πάντων τὴν ἔνδοξον, καὶ σεβάσμιον μνήμην, ἐνδόξως τιμήσωμεν, λέγοντες· Χαίρετε, Ἀπόστολοι ἔνδοξοι, Προφῆται, καὶ Μάρτυρες, καὶ Ἱεράρχαι. Χαίρετε, Ὁσίων ὁ δῆμος, καὶ τῶν Δικαίων. Χαίρετε, τιμίων Γυναικῶν ὁ χορὸς καὶ Χριστόν ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, νίκας τῷ βασιλεῖ κατὰ βαρβάρων δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν… Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
ό ´Ιερεύς: Νῦν ἀπολύεις τὸν δοῦλόν σού…
ό Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον… (γ´)
Δόξα Πατρὶ… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ίερεὺς: Ὅτι σοῦ ἐστὶν ἡ βασιλεί…
ό Χορὸς: Ἀμήν.
Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος πλ δ´
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Δόξα Πατρὶ… Ἦχος δ'
Απολυτίκιον τῶν Ἁγίων
Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν… Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις
ό Διάκονος: Σοφία!
ό Ἀναγνώστης: Εὐλόγησον.
ό Ἱερεὺς: Ὁ ὤν εὐλογητὸς Χριστὸς…
ό Ἀναγνώστης: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ χώρᾳ (νήσῳ, κώμη, Μητροπόλει, Ἐνορία) ταύτῃ, εἰς αἰῶνας αἰώνων. Ἀμήν.
ό ´Ιερεύς: Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ό Ἀναγνώστης: Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ό ´Ιερεύς: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοί.
ό Ἀναγνώστης: Δόξα Πατρὶ… Καὶ νῦν… Κύριε ἐλέησον… (γ´) Πάτερ Ἅγιε εὐλόγησον.
ό Ἱερεὺς: Ὁ ἀναστάς ἐκ νεκρῶν…
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων…
ό Χορός: Ἀμήν.
Geen opmerkingen:
Een reactie posten