maandag 8 december 2025

Εσπερινός Κυριακή ΙΑ Λουκά: Τών Αγίων Προπατόρων

 Κυριακή τών Αγίων Προπατόρων 




 Εσπερινός 


ό ´Ιερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν…


ό Αναγνώστης: μήν.


Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.


Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.


Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.


Ψαλμὸς 103


Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.


ξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.


κτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.


τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.


ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.


θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


βυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.


πὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.


ναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.


ριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.


ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.


Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.


π’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.


Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.


ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.


Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.


Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.


Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.


κεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.


ρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.


ποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.


θου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.


Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.


νέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.


ξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.


ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.


Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.


κεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.


Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.


νοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.


ντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.


ξαποστελεῖς τὸ πνεῦμα σου, καὶ

κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.


τω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.


ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.


σω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.


δυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.


κλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς.


Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.


Καὶ πάλιν


ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.


ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.


Δόξα Πατρί… Καὶ νῦν…


 λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοί ὁ Θεός. (γ´)


ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.


Τα ειρηνικά 


ό Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


ό Χορός: Κύριε, ἐλέησον.


ό Ιερεύς: τι πρέπει σοι, πᾶσα δόξα…


ό Χορός: μήν.


Ψαλμός 1ος


Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.


 Αλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.


 Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.


Οτὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.


 Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.


 Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· 


Οτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.


Ψαλμός 2ος


νατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 


Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.


Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.


 Ο κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.


Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. 


᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου. 


Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 


Αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.


 Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.


 Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.


Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. 


Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.


 Οταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.


Ψαλμός 3ος


Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;


 Πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.


 Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 


Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 


Εγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.


 Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.


 Ανάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.


 Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.


Δόξα Πατρί… Καὶ νῦν…


 λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοί ὁ Θεός. (γ´)


ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ιερεύς: τι σόν τό κράτος…


ό Χορός:μήν.


Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.


Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.


Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου


  Ἦχος β´


Στίχ.ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.


Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.


Στίχ. μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.


Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.


Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.


Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.


Ἕτερα Στιχηρά, Ἀνατολικά


  Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.


Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.  


Στίχ.ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.


ν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.


Στίχ. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.


νοίγησάν σοι Κύριε, φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.


Στιχηρὰ Προσόμοια τῶν Προπατόρων 


Ἦχος πλ. δ'. Ὁ ἐν Ἐδὲμ Παράδεισος…


Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.


Τῶν Προπατόρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Xριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν· καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τὴν αἰώνιον.


Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις· καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.


τοὺς Ἁγίους Παιῖδας ἐκ πυρός, ῥυσάμενος Δέσποτα, καὶ ἐκ στόματος λεόντων Δανιήλ, ὁ εὐλογήσας Ἀβραάμ, Ἰσαάκ τε τὸν δοῦλόν σου, καὶ τὸν τούτου υἱὸν τὸν Ἰακώβ, ὁ εὐδοκήσας ἐκ σπέρματος, τούτων γενέσθαι καθ' ἡμᾶς, ἵνα τοὺς πρὶν ὀλισθήσαντας, σώσῃς προπάτορας ἡμῶν, σταυροῦσαι καὶ θάπτεσαι, καὶ συντρίβεις τοῦ θανάτου τὰ δεσμά, συνεγείρεις τε πάντας, τοὺς ἀπ' αἰῶνος ὄντας ἐν νεκροῖς, προσκυνοῦντάς σου Χριστέ, τὴν Βασιλείαν τὴν αἰώνιον.


Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη,ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.


ς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ πίστεως, ἔσβεσαν δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής· ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.


Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.


σπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ Ἅγιοι Παῖδες σου, ἐν καμίνῳ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως ἀναλάμψασαν ἡμῖν, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἐπιδημίαν προδηλῶν. Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.


Δόξα Πατρί… Ἦχος πλ. β'


Τοὺς πρὸ τοῦ νόμου Πατέρας, ἅπαντας εὐφημήσωμεν σήμερον πιστοί, Ἀβραὰμ τὸν φιλόθεον, Ἰσαὰκ τὸν ἐξ ἐπαγγελίας τεχθέντα, καὶ Ἰακώβ, καὶ τοὺς δώδεκα Πατριάρχας, Δαυΐδ τὸν πραότατον καὶ Δανιὴλ τὸν ἐπιθυμιῶν Προφήτην, καὶ τοὺς τρεῖς Παῖδας σὺν αὐτοῖς γεραίροντες, τοὺς τὴν κάμινον εἰς δρόσον μεταβαλόντας, αἰτούμενοι ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου ἐν τοῖς Ἁγίοις αὐτοῦ.


 Καί νύν… Θεοτοκίον


Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου,τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.



Εἴσοδος


ό Διάκονος: Σοφία Ὀρθοί!


Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.


Ἑσπέρας προκείμενον


Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.


Στίχ. νεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.


Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.


Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.


Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.


ό ´Ιερεύς: Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς…


ό Χορὸς: Κύριε, ἐλέησον. (γ´)


ό ´Ιερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος…


ό Αναγνώστης:μήν.


Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυ λαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ό Διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν…


ό Χορὸς: Παράσχου Κύριε.


ό ´Ιερεύς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…


ό Χορός:μήν.


ό ´Ιερεύς: Εἰρήνη πᾶσι.


ό Χορός: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


ό Χορός: Σοὶ, Κύριε.


ό ´Ιερεύς: Εἴη τὸ κράτος τῆς βασιλείας σου…


ό Χορὸς:μήν.


Ἀπόστιχα Στιχηρὰ


Ἦχος β´


Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.  


 Στιχ. Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ενεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.


Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.


Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.


ν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ' ὁ δι' οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.


Στιχ. Τω οίκω σου πρέπει αγίασμα, Κύριε, είς μακρότητα ημερών.


Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾍδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ' ᾍδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.


Δόξα Πατρὶ… Ἦχος γ' 


Τῶν Προπατόρων τὸ σύστημα, οἱ φιλέορτοι δεῦτε, ψαλμικῶς εὐφημήσωμεν, Ἀδὰμ τὸν Προπάτορα, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ· μετὰ νόμον, Μωϋσῆν καὶ Ἀαρών, Ἰησοῦν, Σαμουὴλ καὶ Δαυΐδ· μεθ' ὧν τὸν Ἡσαΐαν, Ἱερεμίαν, Ἰεζεκιήλ, καὶ Δανιὴλ καὶ τοὺς δώδεκα, ἅμα Ἠλιού, Ἐλισαῖον καὶ τοὺς ἅπαντας, Ζαχαρίαν καὶ τὸν Bαπτιστήν, καὶ τοὺς κηρύξαντας Χριστόν, τὴν ζωὴν καὶ ἀνάστασιν τοῦ γένους ἡμῶν.


  Καὶ νῦν… Θεοτοκίον


σπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.


ό ´Ιερεύς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου…


ό Ἀναγνώστης: γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε,ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον…  (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.


ό Ίερεὺς: Ὅτι σοῦ ἐστὶν ἡ βασιλεί…


ό Χορὸς:μήν.


Ἀπολυτίκιον Ἦχος β´


τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.


Δόξα Πατρὶ… Καὶ νῦν…


Τῶν Προπατόρων Ἦχος β'


  Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι' αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὄι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.


Ἀπόλυσις


ό Διάκονος: Σοφία!


ό Ἀναγνώστης: Εὐλόγησον.


ό Ἱερεὺς: Ὁ ὤν εὐλογητὸς Χριστὸς…


ό Ἀναγνώστης: Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ χώρᾳ (νήσῳ, κώμη, Μητροπόλει, Ἐνορία) ταύτῃ, εἰς αἰῶνας αἰώνων. Ἀμήν.


ό ´Ιερεύς: Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.


ό Ἀναγνώστης: Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


ό ´Ιερεύς: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.


ό Ἀναγνώστης: Δόξα Πατρὶ… Καὶ νῦν… Κύριε ἐλέησον… (γ´) Πάτερ Ἅγιε εὐλόγησον.


ό Ἱερεὺς: Ὁ ἀναστάς ἐκ νεκρῶν…


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων…


ό Χορὸς:μήν.

Geen opmerkingen:

Een reactie posten