maandag 22 december 2025

Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Iησοῦ Χριστοῦ

 Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Iησοῦ Χριστοῦ





Όρθρος


Συναπτὴ Μεγάλη καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι πρέπει σοί πᾶσα δόξα…


ό Χορὸς: μήν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Στίχ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…


Ἀπολυτίκιον Ἦχος δ' 


γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. (γ´)


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος… 


ό Χορὸς: μήν.


Καθίσματα  


Μετὰ τὴν ά Στιχολογίαν


Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ…


Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.


Δόξα Πατρί… Καί νύν…


Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.


Μετὰ τὴν β´ Στιχολογίαν


Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.


Δόξα Πατρί… Καί νύν…


Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.


Μετὰ δὲ τὸν Πολυέλεον


ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.


Δόξα Πατρί… Καί νύν…


ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.


Ἀναβαθμοί 


Ἀντίφωνον Ά


  Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)


  Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)


  Δόξα Πατρί…


  γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.


  Καὶ νῦν…


  γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.


  Προκείμενον 


κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. (δίς)


  Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.


κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.


Τάξις Ευαγγελίου τού Όρθρου


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ἐλέησον. 


ό Ίερεύς: τι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν…


ό Χορὸς:μήν.


ό Χορὸς: Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς)


ό Χορὸς: Αἰνεσάτω πνοὴ, πᾶσα τὸν Κύριον.


ό Διάκονος: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι…


ό Χορὸς: Κύριε, ἐλέησον (γ´)


ό Διάκονος: Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.


ό Ίερεύς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.


ό Ίερεύς: Εκ τού κατὰ τοῦ Ματθαίου

 (Κεφ. 2, 1-20)


ό Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.


Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας…


Τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


 Ν´ Ψαλμὸς (Χύμα)


λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.


τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.


Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.


δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.


δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.


αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.


κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.


πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.


Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.


Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.


πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.


Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.


ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.


Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.


τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.


Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον ́ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.


γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.


Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.


Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Δόξα Πατρὶ… Ἦχος β´


Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται. Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.


Καὶ νῦν…


Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται. Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.


Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.


Ἰδιόμελον Ἦχος πλ. β'


Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμερον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


ό Διάκονος: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…


ό Χορός: Κύριε ελέησον (ιβ´)


ό Ἱερεὺς: Ἐλέει καὶ οἰκτιρμοῖς…


Κανόνες τής Εορτής 


ᾨδὴ α'. Ἦχος α'. Ὁ Εἱρμὸς


Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.


εύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.


δὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.


Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.


Ἕτερος Κανὼν Ἰαμβικός


ᾨδὴ α'. Ἦχος α'. Ὁ Εἱρμὸς


σωσε λαόν, θαυματουργῶν Δεσπότης,


Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·


Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,


Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,


  Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν. (δίς)


Δόξα Πατρί… 


  νεγκε γαστὴρ ἡγιασμένη Λόγον,


  Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,


  Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,


  Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,


  Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.


Καί νύν…   


  δειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,


  Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,


  Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,


  Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,


  Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.


ᾨδὴ γ´. Ἦχος ά. Ὁ Εἱρμὸς


Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.


τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.


Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.


Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.


Ἰαμβικὸς


 ᾨδὴ γ´. Ἦχος α'. Ὁ Εἱρμὸς


 Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,


Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,


Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,


Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,


Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως. (δίς)


Δόξα Πατρί…  


Νύμφης πανάγνου τὸν πανόλβιον τόκον


Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,


Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.


Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,


Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.


Καί νύν…   


ψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,


Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,


Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτων


Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,


Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σεί εί ό Θεός ημών…


ό Χορὸς: μήν.


Ὑπακοὴ (Χύμα)


Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανὸς σοι προσεκόμισε, τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ' ἐσχάτη πτωχεία· τὶ γάρ εὐτελέστερον σπηλαίου; τὶ δὲ ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Σύ γάρ εί ό Βασιλέυς…


ό Χορὸς: μήν.


Κοντάκιον


  Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.


  Ὁ Οἶκος


  Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν· τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν· ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν· ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.


Συναξάριον  


ΤΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.


Στίχοι


Θεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος.


Τὶ μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;


Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτη.


   

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων.


Στίχοι


Σὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε,


Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας.


  

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.


Στίχοι


Ποίμνην ἀφέντες τὴν ἑαυτῶν Ποιμένες,


δεῖν καλὸν σπεύδουσι Χριστὸν ποιμένα.


   

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Καταβασίες Χριστουγέννων


Ὠδὴ ά. Ἦχος ά


Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.


Ιαμβικαί


σωσε λαόν, θαυματουργῶν Δεσπότης,


Ὑγρὸν θαλάσσης κῦμα, χερσώσας πάλαι.


Ἑκὼν δὲ τεχθείς, ἐκ Κόρης τρίβον βατήν,


Πόλου τίθησιν ἡμῖν· ὅν κατ’ οὐσίαν,


Ἴσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν. 


 Ὠδὴ γ´


Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.


Ιαμβικαί


Νεῦσον πρὸς ὕμνους, οἰκετῶν εὐεργέτα,


Ἐχθροῦ ταπεινῶν, τὴν ἐπηρμένην ὀφρύν,


Φέρων τε παντεπόπτα, τῆς ἁμαρτίας


Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,


Μάκαρ μελῳδούς, τῇ βάσει τῆς πίστεως. 


Ὠδὴ δ´


άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁαἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.


Ιαμβικαί


Γένους βροτείου, τὴν ἀνάπλασιν πάλαι,


ᾌδων προφήτης, Ἀββακοὺμ προμηνύει,


Ἰδεῖν ἀφράστως, ἀξιωθεὶς τὸν τύπον·


Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,


Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος. 


Ὠδὴ ε´


Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.


Ιαμβικαί


κ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης,


Ἱλασμὸν ἡμῖν, Χριστὲ τοῖς ἐγρηγόρως,


Νῦν Σοι τελοῦσιν, ὕμνον ὡς εὐεργέτῃ,


Ἔλθοις πορίζων, εὐχερῆ τε τὴν τρίβον,


Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.


Ὠδὴ ς´


Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.


Ιαμβικαί


Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,


Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.


Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,


Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,


Θᾶττον μολεῖν Σε, τῆς ἐμῆς ῥᾳθυμίας. 


Ὠδὴ ζ´


Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.


Ιαμβικαί


Τῷ παντάνακτος, ἐξεφαύλισαν πόθῳ,


Ἄπλητα θυμαίνοντος, ἠγκιστρωμένοι,


Παῖδες τυράννου, δύσθεον γλωσσαλγίαν·


Οἷς εἴκαθε πῦρ, ἄσπετον τῷ Δεσπότῃ,


Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ. 


Ὠδὴ η´


Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.


Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.


Ιαμβικαί


Μήτραν ἀφλέκτως, εἰκονίζουσι Κόρης,


Οἱ τῆς παλαιᾶς, πυρπολούμενοι νέοι,


Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.


Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,


Λαοὺς πρὸς ὕμνον, ἐξανίστησι Χάρις. 



Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…


Τιμιωτέρα οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή ἀμφοτέρων τῶν Κανόνων τῆς Ἑορτῆς


Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. 


Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.


  Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.


ξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.


  Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.


Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.


  Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.


κρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.


Ἔτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα


Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.



Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,


  Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,


  Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,


  Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,


  Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.



 Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.



Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,


  Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,


  Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,


  Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,


  Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.



Δόξα Πατρί…


  Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.



Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,


  Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,


  Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,


  Δοξούμενοί τε, τῆς ἀληθείας φάος,


  Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.



  Καὶ νῦν…


Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.



Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,


  Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,


  Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.


  Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,


  Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.


Ὠδὴ θ´


Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.


Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν. 


Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.


Ιαμβικαί


Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,


Ῥᾷον σιωπήν· τῷ πόθῳ δὲ Παρθένε,


Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,


Ἐργῶδές ἐστιν· ἀλλὰ καὶ Μήτηρ σθένος,


Ὅση πέφυκεν, ἡ προαίρεσις δίδου.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι…


ό Χορὸς: μήν.


Ἐξαποστειλάριον 


  Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος. (γ´)


Αίνοι


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Στιχηρά Ἰδιόμελα Ἦχος δ´


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.


Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.


Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ


Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.


Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.


Δόξα Πατρί… Ἦχος πλ. β' 


τε καιρός,τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.


  Καὶ νῦν… Ἦχος β' 


Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


Δοξολογία Μεγάλη


Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.


Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.


Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.


Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.


τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.


Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.


Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.


Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. (γ´)


Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα ́ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.


Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.


τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.


Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.


γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ´)


Δόξα Πατρὶ… Καὶ νῦν…


γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.


γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος

Ἀθάνατος, ἐλέησον ἡμᾶς


Ἀπολυτίκιον Ἦχος δ' 


γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. 


Είς τήν Θείαν Λειτουργίαν 


ό Ἱερεὺς: Ευλογημένη ἡ βασιλεία…


τι πρέπει σοι πᾶσα δόξα…


ό Χορὸς: μήν.

᾽Αντίφωνον Ά

Στίχ. ξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχ.᾽Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στίχ.᾽Εξομολόγησις καί μεγαλοπρέπεια τό ἔργον αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Στίχ. Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ

  Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δόξα Πατρὶ… Καί νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ίερεύς: Ὅτι σὸν τὸ κράτος…


ό Χορὸς: μήν.

Ἀντίφωνον Β´

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

Στίχ. Δυνατόν ἐν τῇ γῇ ἔσται τό σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται.

Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς…

Στίχ. Δόξα καί πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.

Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς…

Στίχ.᾽Εξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.

Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς…

Δόξα Πατρί… Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις


ό Ἱερεὺς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…


ό Χορὸς: μήν.

Ἀντίφωνον Γ´

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Ἀπολυτίκιον Ἦχος δ´

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Στίχ.῾Ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.

῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…

Στίχ. Μετά σοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ῾Αγίων σου.

῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…

Εἰσοδικὸν


ό Διάκονος: Σοφία! Ὀρθοί!

κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

 Ἀπολυτίκιον. Ἦχος δ´

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. (γ´) 

Κοντάκιον  Ἦχος γ´

Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι΄ δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε ελέησον. 


ό Διάκονος: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…


ό Χορὸς: μήν.

Αντί δὲ τοῦ Τρισαγίου

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. (γ´)

 Δόξα Πατρί… Καί νύν…

Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. 


Δύναμις


σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. 

᾽Απόστολος

Προκείμενον Ἦχος πλ. δ´

Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι.

Στίχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

δελφοί, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.

λληλούϊα… (γ´) Ἦχος ά

Οἱ  οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Στίχ. μέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.


ό Ἱερεὺς: Σοφία Ορθοί…Ειρήνη Πάσι 

ό Χορὸς: Καὶ τῷ Πνεύματί σού.


ό Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον…


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


Τοῦ ᾽Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς ᾽Ιουδαίας ἐν ἡμέραις ῾Ηρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμα λέγοντες΄ Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ᾽Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ ὁ βασιλεὺς ῾Ηρώδης ἐταράχθη καὶ πᾶσα ῾Ιεροσόλυμα μετ᾽ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ, ᾽Εν Βηθλεὲμ τῆς ᾽Ιουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· Καὶ σύ, Βηθλεὲμ γῆ ᾽Ιούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾽Ιούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾽Ισραήλ. Τότε ῾Ηρώδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν΄ καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς ῾Ηρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. 


ό Χορὸς: Δόξα σοί, Κύριε, δόξα σοί.


Εκτενής δέησις 


ό Διάκονος: Εἴπωμεν πάντες ἐξ ὅλης…


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´)


ό Ἱερεὺς: Ὅπως ὑπὸ τοῦ κράτους…


ό Χορὸς: μὴν.


Ὁ Χερουβικὸς ὕμνος


Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ

τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον

προσᾴδοντες, πᾶσαν τὴν βιωτικὴν

ἀποθώμεθα μέριμναν…


 …Ως τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.


 Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν, Ἀλληλούϊα.


Συναπτή τών τιμίων δώρων


ό Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν τελείαν… …αἰτησώμεθα.


ό Χορὸς: Παράσχου, Κύριε.


Εὐχὴ τῆς προσκομιδῆς


ό Ἱερεὺς: Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ…


Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς…


 ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.


ό Χορὸς: Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.


ό Διάκονος: Τὰς θύρας, τὰς θύρας! Ἐν σοφίᾳ πρόσχωμεν.


Τὸ Σύμβολον τῆς Πίστεως


Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα,παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.


Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν

τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς

γεννηθέντα πρὸ πάντων τῶν αἰώνων.


 Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο.


Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν

ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν

οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος

Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ

ἐνανθρωπήσαντα.


Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου

Πιλάτου καὶ παθόντα καὶ ταφέντα.


Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς

Γραφάς.


Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ

καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.


Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι

ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ

ἔσται τέλος.


Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ

ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,

τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον

καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν

Προφητῶν.


Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν

Ἐκκλησίαν.


μολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.


Προσδοκῶ ἀνάστασιν νεκρῶν.


Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Η Αγία αναφορά 


ό Διάκονος: Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου…


ό Χορὸς: λεον εἰρήνης, θυσίαν αἰνέσεως.


ό Ἱερεὺς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Ἱερεὺς: Ἄνω σχῶμεν τὰς καρδίας.


ό Χορὸς: χομεν πρὸς τὸν Κύριον.


ό Ἱερεὺς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.


ό Χορὸς: ξιον καὶ δίκαιον.


ό Ἱερεὺς: Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν…


Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα,

κεκραγότα, καὶ λέγοντα.


γιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.


ό Ἱερεὺς: Λάβετε, φάγετε· τοῦτό μού ἐστί τὸ σῶμα…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστί τὸ αἷμα μού…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.


ό Χορὸς: Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ

εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ

Θεὸς ἡμῶν.


ό Ἱερεὺς: Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου…

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.  


ό Ἱερεὺς: Ἐν πρώτοις μνήσθητι, Κύριε…


ό Χορὸς: Κύριε ἐλέησον.


ό Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.


ό Χορὸς: Καὶ πάντων καὶ πασῶν.


ό Ἱερεὺς: Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι…


ό Χορὸς:μήν.


ό Ἱερεὺς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ…


ό Χορὸς: Καὶ μετὰ τοῦ πνεύματός σού.


ό Διάκονος: Πάντων τῶν ἁγίων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Παράσχου, Κύριε.


ό Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…


Ἡ Κυριακὴ Προσευχὴ


Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω

τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου·

γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ

ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον

δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ

ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν

τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς

ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ

τοῦ πονηροῦ.


ό Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Εἰρήνη πᾶσι.


ό Χορὸς: Καὶ τῷ πνεύματί σού.


ό Διάκονος: Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…


ό Χορὸς: μήν.


Ύψωσις καί μελισμός


ό Ἱερεὺς: Πρόσχες, Κύριε Ἰησοῦ Χριστέ… 


ό Διάκονος: Πρόσχωμεν!


ό Ἱερεὺς: Τὰ ἅγια τοῖς ἁγίοις.


ό Χορὸς: Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.


Κοινωνικὸν

Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ, Ἀλληλούϊα.


Κοινωνία τών πιστών 


ό Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.


ό Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σού…

᾽Αντί τοῦ· «Εἴδομεν τό φῶς…

Ἀπολυτίκιον. Ἦχος δ’. 

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.


ό Ἱερεὺς: Πάντοτε νῦν καί ἀεὶ…


ό Χορὸς: μήν.


Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.


Ευχαριστία - Απολύσις 


ό Διάκονος: Ὀρθοί. Μεταλαβόντες τῶν θείων…


ό Χορὸς: Κύριε, ἐλέησον.


ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον

ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν…


ό Χορὸς: Σοί, Κύριε.


ό Ἱερεὺς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν…


ό Χορὸς: μήν.


ό Ἱερεὺς:Ἐν εἰρήνῃ προέλθωμεν.


ό Χορὸς: Κύριε, ἐλέησον.


ό Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον… (γ´) Πάτερ ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε…


ό Χορὸς: μήν. Εἴη τὸ ὄνομα Κυρίου

εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

(γ´)


ό Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.


ό Χορὸς: Κύριε, ἐλέησον.


 ό Ἱερεὺς: Εὐλογία Κυρίου καὶ ἔλεος… 


ό Χορὸς: μήν.


ό Ἱερεὺς: Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν· δόξα σοί.


ό Χορὸς: Δόξα Πατρὶ… Καὶ νῦν… Ἀμήν. Κύριε, ἐλέησον… (γ´) Πάτερ  (Δέσποτα) ἅγιε, εὐλόγησον.


ό Ἱερεὺς: Ὁ ἐν σπηλαίῳ γεννηθείς…


Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης… 


ό Χορός: Τον ευλογούντα και αγιάζοντα υμάς, Κύριε φύλατε, είς πόλλα έτη.


ό Ἱερεὺς: Δι’εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν…

Geen opmerkingen:

Een reactie posten